ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδός ἐστιν, ὁ δὲ Ἀφροδίτης,
καὶ ὁ τρίτος
τῶν ναῶν Ἀπόλλωνος, ὁμοῦ δὲ αὐτῷ
καὶ Ἄρτεμίς τε
καὶ Λητώ. ἐς δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου
καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐς τὴν ἐπίκλησιν
λέγουσιν ὡς ὁ Ἑρμῆς σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχος κριὸν περιενεγκών,
καὶ ἐπὶ
τούτῳ Κάλαμις ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ
τῶν ὤμων· ὃς δʼ ἂν
εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδος κάλλιστος, οὗτος ἐν τοῦ Ἑρμοῦ τῇ ἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχος ἔχων ἄρνα ἐπὶ
τῶν ὤμων·
Διόνυσος
Θέμις
Κάλαμις
Κριοφόρος
Λητώ
Πρόμαχος
Τανάγρα
Ἀπόλλων
Ἀφροδίτη
Ἄρτεμις
Ἑρμῆς
In Tanagra beside the temple of Dionysus is one of Themis, another of Aphrodite, and a third temple belongs to Apollo, where Artemis and Leto are worshipped together with him. Regarding the shrines of Hermes called Kriophoros ("Ram-bearer") and Promachos ("Champion"), it is said concerning the surname that Hermes once turned aside a plague from their city walls by carrying a ram around them. In memory of this event, Calamis made a statue of Hermes carrying the ram on his shoulders. The youth judged the handsomest among those undergoing the rites takes part in the festival of Hermes and walks around the city walls carrying a lamb upon his shoulders.