Passage 8.35.3
ἡ δὲ ἐς Λακεδαίμονα ἐκ Μεγάλης πόλεως ὁδὸς ἐπὶ μὲν τὸν Ἀλφειὸν στάδιοι τριάκοντά εἰσιν, ἀπὸ δὲ τοῦδε παρὰ ποταμὸν ὁδεύσας Θειοῦντα---κάτεισι δὲ καὶ ὁ Θειοῦς οὗτος ἐς τὸν Ἀλφειόν---, ἀπολιπὼν οὖν τὸν Θειοῦντα ἐν ἀριστερᾷ σταδίοις ἀπὸ τοῦ Ἀλφειοῦ τεσσαράκοντα ἥξεις μάλιστα ἐς Φαλαισίας· ἀπέχουσι δὲ αἱ Φαλαισίαι σταδίους εἴκοσι τοῦ Ἑρμαίου τοῦ κατὰ Βελεμίναν.
The road that leads from Megalopolis to Lacedaemon extends for thirty stades to the Alpheius. From there, continuing along the river, one reaches the river Theius—this Theius also flows into the Alpheius. Leaving the Theius on the left and proceeding approximately forty stades from the Alpheius, one arrives at Phalaisiai. Phalaisiai stands twenty stades from Hermaion, near Belemina.