Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.29.1 | 1 | τοῦ δὲ Ἀρείου πάγου πλησίον δείκνυται ναῦς ποιηθεῖσα ἐς τὴν τῶν Παναθηναίων πομπήν. | Near the Areopagus there is shown a ship constructed for the procession of the Panathenaia. | ὁ δέ Ἄρειος πηγός πλησίον δείκνυμι ναῦς ποιέω εἰς ὁ ὁ Παναθήναια πομπή | 0 |
| 1.29.1 | 2 | καὶ ταύτην μὲν ἤδη πού τις ὑπερεβάλετο· τὸ δὲ ἐν Δήλῳ πλοῖον οὐδένα πω νικήσαντα οἶδα, καθῆκον ἐς ἐννέα ἐρέτας ἀπὸ τῶν καταστρωμάτων. | Someone, I believe, has already made one even larger than this; but as for the ship at Delos, I know of none yet that has surpassed it, as it holds nine banks of rowers from the decks. | καί οὗτος μέν ἤδη ποῦ τις ὑπερβάλλω ὁ δέ ἐν δῆλος πλοῖον οὐδείς πω νικάω οἶδα καθήκω εἰς ἐννέα ἐρέτης ἀπό ὁ κατάστρωμα | 0 |
| 1.29.2 | 1 | Ἀθηναίοις δὲ καὶ ἔξω πόλεως ἐν τοῖς δήμοις καὶ κατὰ τὰς ὁδοὺς θεῶν ἐστιν ἱερὰ καὶ ἡρώων καὶ ἀνδρῶν τάφοι· | The Athenians also have sanctuaries of gods and heroes, and tombs of men, both outside the city in the demes and along the roads. | Ἀθηναῖος δέ καί ἔξω πόλις ἐν ὁ δῆμος καί κατά ὁ ὁδός θεός εἰμί ἱερός καί ἥρως καί ἀνήρ τάφος | 0 |
| 1.29.2 | 2 | ἐγγυτάτω δὲ Ἀκαδημία, χωρίον ποτὲ ἀνδρὸς ἰδιώτου, γυμνάσιον δὲ ἐπʼ ἐμοῦ. | Nearest of these is the Academy, once the estate of a private man, but in my time a gymnasium. | ἐγγύτατα δέ Ἀκαδημία χωρίον ποτέ ἀνήρ ἰδιώτης γυμνάσιον δέ ἐπί ἐγώ | 0 |
| 1.29.2 | 3 | κατιοῦσι δʼ ἐς αὐτὴν περίβολός ἐστιν Ἀρτέμιδος καὶ ξόανα Ἀρίστης καὶ Καλλίστης· | As one descends into it, there is an enclosure sacred to Artemis, containing wooden images of Ariste ("Best") and Kalliste ("Fairest"). | κάτειμι δέ εἰς αὐτός περίβολος εἰμί Ἄρτεμις καί ξόανον ἄριστος καί κάλλιστος | 0 |
| 1.29.2 | 4 | ὡς μὲν ἐγὼ δοκῶ καὶ ὁμολογεῖ τὰ ἔπη τὰ Πάμφω, τῆς Ἀρτέμιδός εἰσιν ἐπικλήσεις αὗται, λεγόμενον δὲ καὶ ἄλλον ἐς αὐτὰς λόγον εἰδὼς ὑπερβήσομαι. | In my opinion—and indeed the verses of Pamphos agree—these are epithets of Artemis; I am aware that another story is told about them, but I pass over it. | ὡς μέν ἐγώ δοκέω καί ὁμολογέω ὁ ἔπος ὁ πάμφως ὁ Ἄρτεμις εἰμί ἐπίκλησις οὗτος λέγω δέ καί ἄλλος εἰς αὐτός λόγος οἶδα ὑπερβαίνω | 0 |
| 1.29.2 | 5 | καὶ ναὸς οὐ μέγας ἐστίν, ἐς ὃν τοῦ Διονύσου τοῦ Ἐλευθερέως τὸ ἄγαλμα ἀνὰ πᾶν ἔτος κομίζουσιν ἐν τεταγμέναις ἡμέραις. | There is also a small temple into which, on appointed days of every year, they bring the statue of Dionysus Eleuthereus. | καί ναός οὐ μέγας εἰμί εἰς ὅς ὁ Διόνυσος ὁ ἐλευθερέως ὁ ἄγαλμα ἀνά πᾶς ἔτος κομίζω ἐν τάσσω ἡμέρα | 0 |
| 1.29.3 | 1 | ἱερὰ μέν σφισι ταύτῃ τοσαῦτά ἐστι, τάφοι δὲ Θρασυβούλου μὲν πρῶτον τοῦ Λύκου, ἀνδρὸς τῶν τε ὕστερον καὶ ὅσοι πρὸ αὐτοῦ γεγόνασιν Ἀθηναίοις λόγιμοι τὰ πάντα ἀρίστου---παρέντι δέ μοι τὰ πλείω τοσάδε ἐς πίστιν ἀρκέσει τοῦ λόγου· τυραννίδα γὰρ ἔπαυσε τῶν τριάκοντα καλουμένων σὺν ἀνδράσιν ἑξήκοντα τὸ κατʼ ἀρχὰς ὁρμηθεὶς ἐκ Θηβῶν, καὶ Ἀθηναίους στασιάζοντας διαλλαγῆναι καὶ συνθεμένους ἔπεισε μεῖναι--- | Such are the sanctuaries hereabouts; and among tombs, first is that of Thrasybulus, son of Lycus, a man who surpassed in every excellence all Athenians noteworthy both before and after him—my following brief statement will sufficiently confirm this assertion: for it was he who, first setting out from Thebes with only sixty men, overthrew the tyranny of those called the Thirty, and persuaded the Athenians, who were then afflicted with civil strife, to reconcile and abide by the agreements made. | ἱερός μέν σφεῖς οὗτος τοσοῦτος εἰμί τάφος δέ Θρασύβουλος μέν πρῶτος ὁ λύκος ἀνήρ ὁ τε ὕστερον καί ὅσος πρό αὐτός γίγνομαι Ἀθηναῖος λόγιμος ὁ πᾶς ἄριστος παρών δέ ἐγώ ὁ πλείων τόσδε εἰς πίστις ἀρκέω ὁ λόγος τυραννίς γάρ παύω ὁ τριάκοντα καλέω σύν ἀνήρ ἑξήκοντα ὁ κατά ἀρχή ὁρμάω ἐκ Θῆβαι καί Ἀθηναῖος στασιάζω διαλλάσσω καί συντίθημι πείθω μένω | 0 |
| 1.29.3 | 2 | πρῶτος μέν ἐστιν οὗτος τάφος, ἐπὶ δὲ αὐτῷ Περικλέους τε καὶ Χαβρίου καὶ Φορμίωνος. | This tomb stands first; after it come those of Pericles, Chabrias, and Phormio. | πρῶτος μέν εἰμί οὗτος τάφος ἐπί δέ αὐτός Περικλῆς τε καί Χαβρίας καί φορμίων | 0 |
| 1.29.4 | 1 | ἔστι δὲ καὶ πᾶσι μνῆμα Ἀθηναίοις ὁπόσοις ἀποθανεῖν συνέπεσεν ἔν τε ναυμαχίαις καὶ ἐν μάχαις πεζαῖς πλὴν ὅσοι Μαραθῶνι αὐτῶν ἠγωνίσαντο· | There is also a monument for all Athenians who happened to fall both in naval engagements and land battles, except for those who fought at Marathon; for these have tombs at the place itself because of their bravery. | εἰμί δέ καί πᾶς μνῆμα Ἀθηναῖος ὁπόσος ἀποθνῄσκω συμβαίνω εἰμί τε ναυμαχία καί ἐν μάχη πεζός πλήν ὅσος Μαραθών αὐτός ἀγωνίζομαι | 0 |
| 1.29.4 | 2 | τούτοις γὰρ κατὰ χώραν εἰσὶν οἱ τάφοι διʼ ἀνδραγαθίαν, οἱ δὲ ἄλλοι κατὰ τὴν ὁδὸν κεῖνται τὴν ἐς Ἀκαδημίαν, καὶ σφῶν ἑστᾶσιν ἐπὶ τοῖς τάφοις στῆλαι τὰ ὀνόματα καὶ τὸν δῆμον ἑκάστου λέγουσαι. | The others lie along the road to the Academy, and on their graves stand pillars bearing the names and deme of each man. | οὗτος γάρ κατά χώρα εἰμί ὁ τάφος διά ἀνδραγαθία ὁ δέ ἄλλος κατά ὁ ὁδός κεῖμαι ὁ εἰς Ἀκαδημία καί σφεῖς ἵστημι ἐπί ὁ τάφος στήλη ὁ ὄνομα καί ὁ δῆμος ἕκαστος λέγω | 0 |
| 1.29.4 | 3 | πρῶτοι δὲ ἐτάφησαν οὓς ἐν Θρᾴκῃ ποτὲ ἐπικρατοῦντας μέχρι Δραβησκοῦ τῆς χώρας Ἠδωνοὶ φονεύουσιν ἀνέλπιστοι ἐπιθέμενοι· | The first to be buried were those who, while once victorious in Thrace up to the region of Drabeskos, were unexpectedly attacked and killed by the Edonians. | πρῶτος δέ θάπτω ὅς ἐν Θρᾴκη ποτέ ἐπικρατέω μέχρι δραβησκός ὁ χώρα Ἠδωνός φονεύω ἀνέλπιστος ἐπιτίθημι | 0 |
| 1.29.5 | 1 | λέγεται δὲ καὶ ὡς κεραυνοὶ πέσοιεν ἐς αὐτούς. | It is said also that thunderbolts fell upon them. | λέγω δέ καί ὡς κεραυνός πίπτω εἰς αὐτός | 0 |
| 1.29.5 | 2 | στρατηγοὶ δὲ ἄλλοι τε ἦσαν καὶ Λέαγρος, ᾧ μάλιστα ἐπετέτραπτο ἡ δύναμις, καὶ Δεκελεὺς Σωφάνης, ὃς τὸν Ἀργεῖόν ποτε πένταθλον Νεμείων ἀνῃρημένον νίκην ἀπέκτεινεν Εὐρυβάτην βοηθοῦντα Αἰγινήταις. | The commanders among others included Leagros, upon whom chiefly the command of the army was conferred, and Sophanes from Deceleia, who had killed Eurybates of Argos, a victor in the pentathlon at the Nemean games, when Eurybates came to aid the Aeginetans. | στρατηγός δέ ἄλλος τε εἰμί καί λέαγρος ὅς μάλιστα ἐπιτρέπω ὁ δύναμις καί Δεκέλεως Σωφάνης ὅς ὁ Ἀργεῖος ποτε πένταθλον Νέμειος ἀναιρέω νίκη ἀποκτείνω Εὐρυβάτης βοηθέω Αἰγινήτης | 0 |
| 1.29.5 | 3 | στρατὸν δὲ ἔξω τῆς Ἑλλάδος Ἀθηναῖοι τρίτον τοῦτον ἔστειλαν· | This army was the third which the Athenians had dispatched outside Greece. | στρατός δέ ἔξω ὁ Ἑλλάς Ἀθηναῖος τρίτος οὗτος στέλλω | 0 |
| 1.29.5 | 4 | Πριάμῳ μὲν γὰρ καὶ Τρωσὶ πάντες Ἕλληνες ἀπὸ κοινοῦ λόγου κατέστησαν ἐς πόλεμον, Ἀθηναῖοι δὲ ἰδίᾳ μετʼ Ἰολάου τε ἐς Σαρδὼ καὶ δευτέραν ἐς τὴν νῦν Ἰωνίαν ἐστράτευσαν καὶ τρίτον δὴ τότε ἐς τὴν Θρᾴκην. | For the war against Priam and the Trojans had been undertaken jointly by all the Greeks, but the Athenians alone, first with Iolaus, waged a campaign against Sardinia, secondly sailed against what is now Ionia, and thirdly now made this expedition into Thrace. | Πρίαμος μέν γάρ καί τρέχω πᾶς Ἕλλην ἀπό κοινός λόγος καθίστημι εἰς πόλεμος Ἀθηναῖος δέ ἰδίᾳ μετά Ἰόλαος τε εἰς Σαρδώ καί δεύτερος εἰς ὁ νῦν Ἰωνία στρατεύω καί τρίτος δή τότε εἰς ὁ Θρᾴκη | 0 |
| 1.29.6 | 1 | ἔστι δὲ ἔμπροσθεν τοῦ μνήματος στήλη μαχομένους ἔχουσα ἱππεῖς· | In front of this tomb is a stele depicting horsemen engaged in battle. | εἰμί δέ ἔμπροσθεν ὁ μνῆμα στήλη μάχομαι ἔχω ἱππεύς | 0 |
| 1.29.6 | 2 | Μελάνωπός σφισίν ἐστι καὶ Μακάρτατος ὀνόματα, οὓς κατέλαβεν ἀποθανεῖν ἐναντία Λακεδαιμονίων καὶ Βοιωτῶν τεταγμένους, ἔνθα τῆς Ἐλεωνίας εἰσὶ χώρας πρὸς Ταναγραίους ὅροι. | Their names are Melanopos and Makartatos, who fell facing the ranks of the Spartans and Boeotians, at the boundary of the Eleonian land adjacent to the Tanagraeans. | μελάνωψ σφεῖς εἰμί καί μακάρτατος ὄνομα ὅς καταλαμβάνω ἀποθνῄσκω ἐναντίος Λακεδαιμόνιος καί Βοιωτός τάσσω ἔνθα ὁ ἐλεωνία εἰμί χώρα πρός Τανάγραιος ὅρος | 0 |
| 1.29.6 | 3 | καὶ Θεσσαλῶν τάφος ἐστὶν ἱππέων κατὰ παλαιὰν φιλίαν ἐλθόντων, ὅτε σὺν Ἀρχιδάμῳ Πελοποννήσιοι πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικὴν στρατιᾷ, | Here also is the grave of Thessalian cavalrymen, who had come out of ancient friendship at the time when the Peloponnesians, under Archidamus, first invaded Attica with their army. | καί Θεσσαλός τάφος εἰμί ἱππεύς κατά παλαιός φιλία ἔρχομαι ὅτε σύν Ἀρχίδαμος Πελοποννήσιος πρῶτος εἰσβάλλω εἰς ὁ Ἀττικός στρατιά | 0 |
| 1.29.6 | 4 | καὶ πλησίον τοξόταις Κρησίν· αὖθις δέ ἐστιν Ἀθηναίων μνήματα Κλεισθένους, ᾧ τὰ ἐς τὰς φυλὰς αἳ νῦν καθεστᾶσιν εὑρέθη, καὶ ἱππεῦσιν ἀποθανοῦσιν ἡνίκα συνεπελάβοντο οἱ Θεσσαλοὶ τοῦ κινδύνου. | Nearby are buried the Cretan archers; and further off are the tombs of the Athenians, including Cleisthenes, who created the tribal divisions still established today, and of the horsemen who fell when the Thessalians assisted them in the danger of battle. | καί πλησίον τοξότης κρήν αὖθις δέ εἰμί Ἀθηναῖος μνῆμα Κλεισθένης ὅς ὁ εἰς ὁ φυλή ὅς νῦν καθίστημι εὑρίσκω καί ἱππεύς ἀποθνῄσκω ἡνίκα συμπελαμβάνω ὁ Θεσσαλός ὁ κίνδυνος | 0 |
| 1.29.7 | 1 | ἐνταῦθα καὶ Κλεωναῖοι κεῖνται, μετὰ Ἀργείων ἐς τὴν Ἀττικὴν ἐλθόντες· | Here also lie Cleonaeans who came into Attica alongside the Argives; | ἐνταῦθα καί Κλεωναῖος κεῖμαι μετά Ἀργεῖος εἰς ὁ Ἀττικός ἔρχομαι | 0 |
| 1.29.7 | 2 | ἐφʼ ὅτῳ δέ, γράψω τοῦ λόγου μοι κατελθόντος ἐς τοὺς Ἀργείους. | the reason for this I shall explain when my narrative reaches the Argives. | ἐπί ὅστις δέ γράφω ὁ λόγος ἐγώ κατέρχομαι εἰς ὁ Ἀργεῖος | 0 |
| 1.29.7 | 3 | καὶ Ἀθηναίων δʼ ἔστι τάφος, οἳ πρὶν ἢ στρατεῦσαι τὸν Μῆδον ἐπολέμησαν πρὸς Αἰγινήτας. | Also there is a tomb here for Athenians who fought against the Aeginetans before the Persian invasion. | καί Ἀθηναῖος δέ εἰμί τάφος ὅς πρίν ἤ στρατεύω ὁ Μῆδος πολεμέω πρός αἰγινήτης | 0 |
| 1.29.7 | 4 | ἦν δὲ ἄρα καὶ δήμου δίκαιον βούλευμα, εἰ δὴ καὶ Ἀθηναῖοι μετέδοσαν δούλοις δημοσίᾳ ταφῆναι καὶ τὰ ὀνόματα ἐγγραφῆναι στήλῃ· | Indeed, there was a just decree of the people, inasmuch as the Athenians permitted even slaves publicly to be buried and their names inscribed upon a monument; | εἰμί δέ ἄρα καί δῆμος δίκαιος βούλευμα εἰ δή καί Ἀθηναῖος μεταδίδωμι δοῦλος δημοσίᾳ θάπτω καί ὁ ὄνομα ἐγγράφω στήλη | 0 |
| 1.29.7 | 5 | δηλοῖ δὲ ἀγαθοὺς σφᾶς ἐν τῷ πολέμῳ γενέσθαι περὶ τοὺς δεσπότας. | this clearly shows they had distinguished themselves valiantly in battle alongside their masters. | δηλόω δέ ἀγαθός σφεῖς ἐν ὁ πόλεμος γίγνομαι περί ὁ δεσπότης | 0 |
| 1.29.7 | 6 | ἔστι δὲ καὶ ἀνδρῶν ὀνόματα ἄλλων, διάφορα δέ σφισι τὰ χωρία τῶν ἀγώνων· | There are here also the names of other men who fought in various places and under different circumstances: | εἰμί δέ καί ἀνήρ ὄνομα ἄλλος διάφορος δέ σφεῖς ὁ χωρίον ὁ ἀγών | 0 |
| 1.29.7 | 7 | καὶ γὰρ τῶν ἐπʼ Ὄλυνθον ἐλθόντων οἱ δοκιμώτατοι καὶ Μελήσανδρος ἐς τὴν ἄνω Καρίαν ναυσὶν ἀναπλεύσας διὰ τοῦ Μαιάνδρου, | among them are the most notable of those who went against Olynthus, and also Melesandros, who led ships into upper Caria sailing up the Maeander. | καί γάρ ὁ ἐπί ὄλυνθος ἔρχομαι ὁ δοκιμώτατος καί Μελήσανδρος εἰς ὁ ἄνω Καρία ναῦς ἀναπλέω διά ὁ Μαίανδρος | 0 |
| 1.29.7 | 8 | ἐτάφησαν δὲ καὶ οἱ τελευτήσαντες | Buried too are those who died there. | θάπτω δέ καί ὁ τελευτάω | 0 |
| 1.29.8 | 1 | πολεμοῦντος Κασσάνδρου καὶ οἱ συμμαχήσαντές ποτε Ἀργείων. | While Cassander was at war, the Athenians had also formed an alliance with the Argives at that time. | πολεμέω Κάσσανδρος καί ὁ συμμαχέω ποτε Ἀργεῖος | 0 |
| 1.29.8 | 2 | πραχθῆναι δὲ οὕτω σφίσι τὴν πρὸς Ἀργείους λέγουσι συμμαχίαν· | They recount that their alliance with the Argives had come about in the following manner: | πράσσω δέ οὕτως σφεῖς ὁ πρός Ἀργεῖος λέγω συμμαχία | 0 |
| 1.29.8 | 3 | Λακεδαιμονίοις τὴν πόλιν τοῦ θεοῦ σείσαντος οἱ εἵλωτες ἐς Ἰθώμην ἀπέστησαν, ἀφεστηκότων δὲ οἱ Λακεδαιμόνιοι βοηθοὺς καὶ ἄλλους καὶ παρὰ Ἀθηναίων μετεπέμποντο· | after the god had shaken Sparta with an earthquake, the Helots revolted and withdrew to Ithome. | Λακεδαιμόνιος ὁ πόλις ὁ θεός σείω ὁ εἵλωτες εἰς Ἰθώμη ἀφίστημι ἀφεστηκώς δέ ὁ Λακεδαιμόνιος βοηθός καί ἄλλος καί παρά Ἀθηναῖος μεταπέμπω | 0 |
| 1.29.8 | 4 | οἱ δέ σφισιν ἐπιλέκτους ἄνδρας ἀποστέλλουσι καὶ στρατηγὸν Κίμωνα τὸν Μιλτιάδου. | On account of this revolt, the Spartans sent entreaties for help, both to others and to Athens. | ὁ δέ σφεῖς ἐπίλεκτος ἀνήρ ἀποστέλλω καί στρατηγός Κίμων ὁ Μιλτιάδης | 0 |
| 1.29.8 | 5 | τούτους ἀποπέμπουσιν οἱ Λακεδαιμόνιοι πρὸς ὑποψίαν· | The Athenians dispatched chosen warriors under the leadership of Cimon, son of Miltiades; | οὗτος ἀποπέμπω ὁ Λακεδαιμόνιος πρός ὑποψία | 0 |
| 1.29.9 | 1 | Ἀθηναίοις δὲ οὐκ ἀνεκτὰ ἐφαίνετο περιυβρίσθαι. | To the Athenians, being subjected to such humiliation seemed intolerable. | Ἀθηναῖος δέ οὐ ἀνεκτός φαίνω περιυβρίζω | 0 |
| 1.29.9 | 2 | καὶ ὡς ἐκομίζοντο ὀπίσω συμμαχίαν ἐποιήσαντο Ἀργείοις Λακεδαιμονίων ἐχθροῖς τὸν ἅπαντα οὖσι χρόνον. | Accordingly, upon their return home, they made an alliance with the Argives, who had always been hostile towards the Lacedaemonians. | καί ὡς κομίζω ὀπίσω συμμαχία ποιέω Ἀργεῖος Λακεδαιμόνιος ἐχθρός ὁ ἅπας εἰμί χρόνος | 0 |
| 1.29.9 | 3 | ὕστερον δὲ μελλούσης Ἀθηναίων ἐν Τανάγρᾳ γίνεσθαι πρὸς Βοιωτοὺς καὶ Λακεδαιμονίους μάχης, ἀφίκοντο Ἀθηναίοις Ἀργεῖοι βοηθοῦντες. | Later, when the Athenians were about to engage in battle at Tanagra against the Boeotians and Lacedaemonians, the Argives came to aid the Athenians. | ὕστερον δέ μέλλω Ἀθηναῖος ἐν Τανάγρα γίγνομαι πρός Βοιωτός καί Λακεδαιμόνιος μάχη ἀφικνέομαι Ἀθηναῖος Ἀργεῖος βοηθέω | 0 |
| 1.29.9 | 4 | καὶ παραυτίκα μὲν ἔχοντας πλέον τοὺς Ἀργείους νὺξ ἐπελθοῦσα ἀφείλετο τὸ σαφὲς τῆς νίκης. | At first, the Argives had the upper hand, but the onset of night obscured the clear outcome of the victory. | καί παραυτίκα μέν ἔχω πλέον ὁ Ἀργεῖος νύξ ἔπειμι ἀφαιρέω ὁ σαφής ὁ νίκη | 0 |
| 1.29.9 | 5 | ἐς δὲ τὴν ὑστεραίαν ὑπῆρξε κρατῆσαι Λακεδαιμονίοις Θεσσαλῶν προδόντων Ἀθηναίους. | On the next day, however, the Lacedaemonians prevailed, since the Thessalians betrayed the Athenians. | εἰς δέ ὁ ὑστεραία ὑπάρχω κρατέω Λακεδαιμόνιος Θεσσαλός προδίδωμι Ἀθηναῖος | 0 |
| 1.29.10 | 1 | καταλέξαι δέ μοι καὶ τούσδε ἐπῆλθεν, Ἀπολλόδωρον ξένων ἡγεμόνα, ὃς Ἀθηναῖος μὲν ἦν, ἐκπεμφθεὶς δὲ ὑπὸ Ἀρσίτου σατράπου τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας διεφύλαξε Περινθίοις τὴν πόλιν ἐσβεβληκότος ἐς τὴν Περινθίαν Φιλίππου στρατῷ· | I was also moved to mention the following: Apollodorus, a leader of foreign auxiliaries, who was an Athenian by birth, sent out by Arsites, satrap of the Phrygia along the Hellespont, safeguarded for the Perinthians their city when Philip invaded Perinthian territory with his army. | καταλέγω δέ ἐγώ καί τόσδε ἐπέρχομαι Ἀπολλόδωρος ξένος ἡγεμών ὅς Ἀθηναῖος μέν εἰμί ἐκπέμπω δέ ὑπό Ἄρσιτος σατράπης ὁ ἐπί Ἑλλήσποντος Φρυγία διαφυλάσσω περινθίς ὁ πόλις ἐμβάλλω εἰς ὁ περινθίς Φίλιππος στρατός | 0 |
| 1.29.10 | 2 | οὗτός τε οὖν ἐνταῦθα τέθαπται καὶ Εὔβουλος ὁ Σπινθάρου καὶ ἄνδρες οἷς ἀγαθοῖς οὖσιν οὐκ ἐπηκολούθησε τύχη χρηστή, τοῖς μὲν ἐπιθεμένοις τυραννοῦντι Λαχάρει, οἱ δὲ τοῦ Πειραιῶς κατάληψιν ἐβούλευσαν Μακεδόνων φρουρούντων, πρὶν δὲ εἰργάσθαι τὸ ἔργον ὑπὸ τῶν συνειδότων μηνυθέντες ἀπώλοντο. | He is buried here, together with Euboulos, son of Spintharus, and certain other men who, though brave and honorable, had no favorable fortune—some who rose against the tyrant Lachares, and others who planned to capture the Piraeus when it was guarded by the Macedonians, but before they accomplished the deed they were betrayed by informers aware of the conspiracy, and thus perished. | οὗτος τε οὖν ἐνταῦθα θάπτω καί εὔβουλος ὁ σπινθάρ καί ἀνήρ ὅς ἀγαθός εἰμί οὐ ἐπακολουθέω τύχη χρηστός ὁ μέν ἐπιτίθημι τυραννέω Λάχαρις ὁ δέ ὁ Πειραιεύς κατάληψις βουλεύω Μακεδών φρουρέω πρίν δέ ἐργάζομαι ὁ ἔργον ὑπό ὁ σύνοιδα μηνύω ἀπόλλυμι | 0 |
| 1.29.11 | 1 | κεῖνται δὲ καὶ οἱ περὶ Κόρινθον πεσόντες· | Here lie also those who fell around Corinth. | κεῖμαι δέ καί ὁ περί Κόρινθος πίπτω | 0 |
| 1.29.11 | 2 | ἐδήλωσε δὲ οὐχ ἥκιστα ὁ θεὸς ἐνταῦθα καὶ αὖθις ἐν Λεύκτροις τοὺς ὑπὸ Ἑλλήνων καλουμένους ἀνδρείους τὸ μηδὲν ἄνευ Τύχης εἶναι, εἰ δὴ Λακεδαιμόνιοι, Κορινθίων τότε καὶ Ἀθηναίων, ἔτι δὲ καὶ Ἀργείων καὶ Βοιωτῶν κρατήσαντες, ὕστερον ὑπὸ Βοιωτῶν μόνων ἐν Λεύκτροις ἐς τοσοῦτον ἐκακώθησαν. | Here, as again at Leuctra, the deity made especially clear that those whom the Greeks call brave accomplish nothing without Fortune. For the Lacedaemonians at that time defeated Corinthians, Athenians, Argives, and Boeotians, yet later at Leuctra were seriously humbled by the Boeotians alone. | δηλόω δέ οὐ ἥκιστα ὁ θεός ἐνταῦθα καί αὖθις ἐν Λεύκτρα ὁ ὑπό Ἕλλην καλέω ἀνδρεῖος ὁ μηδείς ἄνευ τύχη εἰμί εἰ δή Λακεδαιμόνιος Κορινθιος τότε καί Ἀθηναῖος ἔτι δέ καί Ἀργεῖος καί Βοιωτός κρατέω ὕστερον ὑπό Βοιωτός μόνος ἐν Λεύκτρα εἰς τοσοῦτος κακόω | 0 |
| 1.29.11 | 3 | μετὰ δὲ τοὺς ἀποθανόντας ἐν Κορίνθῳ στήλην ἐπὶ τοῖσδε ἑστάναι τὴν αὐτὴν σημαίνει τὰ ἐλεγεῖα, τοῖς μὲν ἐν Εὐβοίᾳ καὶ Χίῳ τελευτήσασι, τοὺς δὲ ἐπὶ τοῖς ἐσχάτοις τῆς Ἀσιανῆς ἠπείρου διαφθαρῆναι δηλοῖ, τοὺς δὲ ἐν Σικελίᾳ. | After describing those who died at Corinth, the elegiac verses show that the same monument commemorates those who perished in Euboea and Chios as well, and state also that some perished at the remotest parts of the Asian mainland, others in Sicily. | μετά δέ ὁ ἀποθνῄσκω ἐν Κόρινθος στήλη ἐπί ὅδε ἵστημι ὁ αὐτός σημαίνω ὁ ἐλεγεία ὁ μέν ἐν Εὔβοια καί χῖος τελευτάω ὁ δέ ἐπί ὁ ἔσχατος ὁ Ἀσιανός ἤπειρος διαφθείρω δηλόω ὁ δέ ἐν Σικελία | 0 |
| 1.29.12 | 1 | γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νικίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ἀστοῖς Πλαταιεῖς· | Inscribed upon the monument are the names of all the generals except Nicias, as well as those of the Plataean soldiers who fought alongside the citizens. | γράφω δέ εἰμί ὁ τε στρατηγός πλήν Νικίου καί ὁ στρατιώτης ὁμοῦ ὁ ἀστός Πλαταιαῖος | 0 |
| 1.29.12 | 2 | Νικίας δὲ ἐπὶ τῷδε παρείθη, γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστος, ὃς ἔφη Δημοσθένην μὲν σπονδὰς ποιήσασθαι τοῖς ἄλλοις πλὴν αὑτοῦ καὶ ὡς ἡλίσκετο αὑτὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν ἐθελοντῇ γενέσθαι· | Nicias was excluded for the following reason—and here my account does not differ from that of Philistus, who claimed that Demosthenes arranged terms of surrender for all except himself and, when he was about to be captured, attempted suicide—while Nicias willingly surrendered himself. | Νικίας δέ ἐπί ὅδε παρίημι γράφω δέ οὐδέν διάφορος ἤ φίλιστος ὅς φημί Δημοσθένης μέν σπονδή ποιέω ὁ ἄλλος πλήν ἑαυτοῦ καί ὡς ἁλίσκομαι ἑαυτοῦ ἐπιχειρέω ἀποκτείνω Νικίας δέ ὁ παράδοσις θελοντής γίγνομαι | 0 |
| 1.29.12 | 3 | τούτων ἕνεκα οὐκ ἐνεγράφη Νικίας τῇ στήλῃ, καταγνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἶναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων. | Because of this, Nicias was not recorded on the stele, having been judged a voluntary captive and a man ill-suited to warfare. | οὗτος ἕνεκα οὐ ἐγγράφω Νικίας ὁ στήλη καταγιγνώσκω αἰχμάλωτος ἐθελοντής εἰμί καί οὐ ἀνήρ πόλεμος πρέπω | 0 |
| 1.29.13 | 1 | εἰσὶ δὲ ἐπʼ ἄλλῃ στήλῃ καὶ οἱ μαχεσάμενοι περὶ Θρᾴκην καὶ ἐν Μεγάροις καὶ ἡνίκα Ἀρκάδας τοὺς ἐν Μαντινείᾳ καὶ Ἠλείους ἔπεισεν Ἀλκιβιάδης Λακεδαιμονίων ἀποστῆναι καὶ οἱ πρὶν ἐς Σικελίαν ἀφικέσθαι Δημοσθένην Συρακουσίων κρατήσαντες. | On another stele are commemorated also those who fought in Thrace, and at Megara, and those who fell when Alcibiades persuaded the Mantinean Arcadians and the Eleans to revolt from the Lacedaemonians, as well as those who conquered the Syracusans before the arrival of Demosthenes in Sicily. | εἰμί δέ ἐπί ἄλλος στήλη καί ὁ μάχομαι περί Θρᾴκη καί ἐν μέγαρον καί ἡνίκα Ἀρκάς ὁ ἐν Μαντίνεια καί Ἠλεῖος πείθω Ἀλκιβιάδης Λακεδαιμόνιος ἀφίστημι καί ὁ πρίν εἰς Σικελία ἀφικνέομαι Δημοσθένης Συρακούσιοι κρατέω | 0 |
| 1.29.13 | 2 | ἐτάφησαν δὲ καὶ οἱ περὶ τὸν Ἑλλήσποντον ναυμαχήσαντες καὶ ὅσοι Μακεδόνων ἐναντία ἠγωνίσαντο ἐν Χαιρωνείᾳ καὶ οἱ μετὰ Κλέωνος ἐς Ἀμφίπολιν στρατεύσαντες, οἵ τε ἐν Δηλίῳ τῷ Ταναγραίων τελευτήσαντες καὶ ὅσους ἐς Θεσσαλίαν Λεωσθένης ἤγαγε καὶ οἱ πλεύσαντες ἐς Κύπρον ὁμοῦ Κίμωνι, τῶν τε σὺν Ὀλυμπιοδώρῳ τὴν φρουρὰν ἐκβαλόντων τριῶν καὶ δέκα ἄνδρες οὐ πλείους. | Buried here, too, are the Athenians who fought the naval battle near the Hellespont; those who opposed the Macedonians at Chaeronea; those who marched to Amphipolis with Cleon; those who fell at Delium in the Tanagran territory; those whom Leosthenes led into Thessaly; those who sailed to Cyprus alongside Cimon; and finally, the men who together with Olympiodorus expelled the Macedonian garrison—the thirteen in number and no more. | θάπτω δέ καί ὁ περί ὁ Ἑλλήσποντος ναυμαχέω καί ὅσος Μακεδών ἐναντίος ἀγωνίζομαι ἐν Χαιρώνεια καί ὁ μετά Κλέων εἰς ἀμφίπολις στρατεύω ὁ τε ἐν δήλιος ὁ Τανάγραιος τελευτάω καί ὅσος εἰς Θεσσαλία Λεωσθένης ἄγω καί ὁ πλέω εἰς Κύπρος ὁμοῦ Κίμων ὁ τε σύν Ὀλυμπιόδωρος ὁ φρουρά ἐκβάλλω τρεῖς καί δέκα ἀνήρ οὐ πλείων | 0 |
| 1.29.14 | 1 | φασὶ δὲ Ἀθηναῖοι καὶ Ῥωμαίοις ὅμορόν τινα πολεμοῦσι πόλεμον στρατιὰν οὐ πολλὴν πέμψαι, καὶ ὕστερον ναυμαχίας Ῥωμαίων πρὸς Καρχηδονίους γινομένης τριήρεις πέντε Ἀττικαὶ παρεγένοντο· | The Athenians say that also when the Romans were waging war against a neighboring people, Athens sent them a small force; and that later, when a naval battle between the Romans and Carthaginians occurred, five Attic triremes arrived in support. | φημί δέ Ἀθηναῖος καί Ῥωμαῖος ὅμορος τις πολεμέω πόλεμος στρατιά οὐ πολύς πέμπω καί ὕστερον ναυμαχία Ῥωμαῖος πρός Καρχηδόνιος γίγνομαι τριήρης πέντε Ἀττική παραγίγνομαι | 0 |
| 1.29.14 | 2 | ἔστιν οὖν καὶ τούτοις ἐνταῦθα τοῖς ἀνδράσιν ὁ τάφος. | Here, then, is the tomb of these men as well. | εἰμί οὖν καί οὗτος ἐνταῦθα ὁ ἀνήρ ὁ τάφος | 0 |
| 1.29.14 | 3 | Τολμίδου δὲ καὶ τῶν σὺν αὐτῷ δεδήλωται μὲν ἤδη μοι τὰ ἔργα καὶ ὅν τρόπον ἐτελεύτησαν· ἴστω δὲ ὅτῳ φίλον κειμένους σφᾶς κατὰ τὴν ὁδὸν ταύτην. | The deeds of Tolmides and those who fell with him, and the manner in which they died, I have already recounted; and whoever wishes may learn that their graves lie along this road. | Τολμίδης δέ καί ὁ σύν αὐτός δηλόω μέν ἤδη ἐγώ ὁ ἔργον καί ὅς τρόπος τελευτάω ἵστημι δέ ὅστις φίλος κεῖμαι σφεῖς κατά ὁ ὁδός οὗτος | 0 |
| 1.29.14 | 4 | κεῖνται δὲ καὶ οἱ σὺν Κίμωνι τὸ μέγα ἔργον ἐπὶ τῇ πεζῇ καὶ ναυσὶν αὐθημερὸν κρατήσαντες· | Buried here too are those who, accompanying Cimon, achieved the great feat of winning victories both by land and by sea on the very same day. | κεῖμαι δέ καί ὁ σύν Κίμων ὁ μέγας ἔργον ἐπί ὁ πεζῇ καί ναῦς αὐθημερόν κρατέω | 0 |
| 1.29.15 | 1 | τέθαπται δὲ καὶ Κόνων καὶ Τιμόθεος, δεύτεροι μετὰ Μιλτιάδην καὶ Κίμωνα οὗτοι πατὴρ καὶ παῖς ἔργα ἀποδειξάμενοι λαμπρά. | Buried here also are Conon and Timotheus, father and son, who after Miltiades and Cimon were the second pair to achieve illustrious deeds. | θάπτω δέ καί Κόνων καί Τιμόθεος δεύτερος μετά Μιλτιάδης καί Κίμων οὗτος πατήρ καί παῖς ἔργον ἀποδείκνυμι λαμπρός | 0 |
| 1.29.15 | 2 | κεῖται δὲ καὶ Ζήνων ἐνταῦθα ὁ Μνασέου καὶ Χρύσιππος ὁ Σολεύς, Νικίας τε ὁ Νικομήδου ς ζῷα ἄριστος γράψαι τῶν ἐφʼ αὑτοῦ, καὶ Ἁρμόδιος καὶ Ἀριστογείτων οἱ τὸν Πεισιστράτου παῖδα Ἵππαρχον ἀποκτείναντες, ῥήτορές τε Ἐφιάλτης, ὃς τὰ νόμιμα τὰ ἐν Ἀρείῳ πάγῳ μάλιστα ἐλυμήνατο, καὶ Λυκοῦργος ὁ Λυκόφρονος. | Here too lies Zeno, son of Mnaseas, Chrysippus from Soli, and Nicias, son of Nicomedes, the finest painter of animals in his day; and Harmodius and Aristogeiton, who slew Hipparchus, the son of Peisistratus; and the orators Ephialtes, who especially curtailed the privileges of the Areopagus, and Lycurgus, son of Lycophron. | κεῖμαι δέ καί Ζήνων ἐνταῦθα ὁ Μνασέας καί Χρύσιππος ὁ Σολεύς Νικίας τε ὁ Νικομήδης ς ζῷον ἄριστος γράφω ὁ ἐπί ἑαυτοῦ καί Ἁρμόδιος καί Ἀρισταγόρας? ὁ ὁ Πεισίστρατος παῖς ἵππαρχος ἀποκτείνω ῥήτωρ τε ἐφιάλτης ὅς ὁ νόμιμον ὁ ἐν Ἄρειος πάγος μάλιστα λυμαίνομαι καί Λυκοῦργος ὁ Λυκόφρων | 0 |
| 1.29.16 | 1 | Λυκούργῳ δὲ ἐπορίσθη μὲν τάλαντα ἐς τὸ δημόσιον πεντακοσίοις πλείονα καὶ ἑξακισχιλίοις ἢ ὅσα Περικλῆς ὁ Ξανθίππου συνήγαγε, | Lycurgus secured for the public treasury a sum of money exceeding that collected by Pericles, son of Xanthippus, by 6,500 talents. | Λυκοῦργος δέ πορίζω μέν τάλαντον εἰς ὁ δημόσιος πεντακόσιοι πλείων καί ἑξακισχίλιοι ἤ ὅσος Περικλῆς ὁ Ξάνθιππος συνάγω | 0 |
| 1.29.16 | 2 | κατεσκεύασε δὲ πομπεῖα τῇ θεῷ καὶ Νίκας χρυσᾶς καὶ παρθένοις κόσμον ἑκατόν, | He made for the goddess processional equipment and golden statues of Victory, and provided ornaments for a hundred maidens. | κατασκευάζω δέ πομπεῖα ὁ θεός καί νίκη χρυσός καί παρθένος κόσμος ἑκατόν | 0 |
| 1.29.16 | 3 | ἐς δὲ πόλεμον ὅπλα καὶ βέλη καὶ τετρακοσίας ναυμαχοῦσιν εἶναι τριήρεις· | For warfare he furnished arms and missiles, and prepared four hundred triremes equipped for naval battle. | εἰς δέ πόλεμος ὅπλον καί βέλος καί τετρακόσιοι ναυμαχέω εἰμί τριήρης | 0 |
| 1.29.16 | 4 | οἰκοδομήματα δὲ ἐπετέλεσε μὲν τὸ θέατρον ἑτέρων ὑπαρξαμένων, τὰ δὲ ἐπὶ τῆς αὐτοῦ πολιτείας ἃ ᾠκοδόμησεν ἐν Πειραιεῖ νεώς εἰσιν οἶκοι καὶ τὸ πρὸς τῷ Λυκείῳ καλουμένῳ γυμνάσιον. | As for building projects, he completed the theatre, whose construction had been initiated by others before him; among the edifices built during his administration were the dockyard-arsenals at Piraeus and the gymnasium near the place called the Lyceum. | οἰκοδόμημα δέ ἐπιτελέω μέν ὁ θέατρον ἕτερος ὑπάρχω ὁ δέ ἐπί ὁ αὐτός πολιτεία ὅς οἰκοδομέω ἐν Πειραιεύς νεώς εἰμί οἶκος καί ὁ πρός ὁ λύκειος καλέω γυμνάσιον | 0 |
| 1.29.16 | 5 | ὅσα μὲν οὖν ἀργύρου πεποιημένα ἦν καὶ χρυσοῦ, Λαχάρης καὶ ταῦτα ἐσύλησε τυραννήσας· | All the articles made of silver and gold were plundered later by the tyrant Lachares. | ὅσος μέν οὖν ἀργύριον ποιέω εἰμί καί χρυσός Λαχάρης καί οὗτος συλάω τυραννέω | 0 |
| 1.29.16 | 6 | τὰ δὲ οἰκοδομήματα καὶ ἐς ἡμᾶς ἔτι ἦν. | But the buildings themselves still survived even to my time. | ὁ δέ οἰκοδόμημα καί εἰς ἐγώ ἔτι εἰμί | 0 |