Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 3.26

PassageSentenceGreekEnglishLemma FormsMissing
3.26.1 1 ἐς Θαλάμας δὲ ἐξ Οἰτύλου μῆκος τῆς ὁδοῦ στάδιοι περὶ τοὺς ὀγδοήκοντά εἰσι, κατὰ δὲ τὴν ὁδὸν ἱερόν ἐστιν Ἰνοῦς καὶ μαντεῖον. From Oitylos to Thalamai the length of the road is about eighty stadia, and along the way there is a sanctuary and oracle of Ino. εἰς θαλάμη δέ ἐκ οἴτυλος μῆκος ὁ ὁδός στάδιος περί ὁ ὀγδοήκοντα εἰμί κατά δέ ὁ ὁδός ἱερόν εἰμί Ἰνώς καί μαντεῖον 0
3.26.1 2 μαντεύονται μὲν οὖν καθεύδοντες, ὁπόσα δʼ ἂν πυθέσθαι δεηθῶσιν, ὀνείρατα δείκνυσί σφισιν ἡ θεός. The method of prophecy used there is by sleep: whenever individuals seek to inquire of the goddess on any matter, she reveals to them dreams. μαντεύομαι μέν οὖν καθεύδω ὁπόσος δέ ἄν πυνθάνομαι δέομαι ὄνειραρ δείκνυμι σφεῖς ὁ θεός 0
3.26.1 3 χαλκᾶ δὲ ἕστηκεν ἀγάλματα ἐν ὑπαίθρῳ τοῦ ἱεροῦ, τῆς τε Πασιφάης καὶ Ἡλίου τὸ ἕτερον· Bronze statues stand in the open-air precinct of the sanctuary, one representing Pasiphae, the other Helios. χαλκοῦς δέ ἵστημι ἄγαλμα ἐν ὑπαίθριος ὁ ἱερόν ὁ τε Πασιφάη καί ἥλιος ὁ ἕτερος 0
3.26.1 4 αὐτὸ δὲ τὸ ἐν τῷ ναῷ σαφῶς μὲν οὐκ ἦν ἰδεῖν ὑπὸ στεφανωμάτων, χαλκοῦν δὲ καὶ τοῦτο εἶναι λέγουσι. The statue within the temple itself was not clearly visible due to being covered by garlands, but is said also to be of bronze. αὐτός δέ ὁ ἐν ὁ ναός σαφῶς μέν οὐ εἰμί ὁράω ὑπό στεφάνωμα χαλκοῦς δέ καί οὗτος εἰμί λέγω 0
3.26.1 5 ῥεῖ δὲ καὶ ὕδωρ ἐκ πηγῆς ἱερᾶς πιεῖν ἡδύ· A stream of sweet-tasting water flows from a sacred spring. ῥέω δέ καί ὕδωρ ἐκ πηγή ἱερός πίνω ἡδύς 0
3.26.1 6 Σελήνης δὲ ἐπίκλησις καὶ οὐ Θαλαμάταις ἐπιχώριος δαίμων ἐστὶν ἡ Πασιφάη. Pasiphae is here called Selene (Moon-goddess), and she is not a local deity original to the people of Thalamai. σελήνη δέ ἐπίκλησις καί οὐ θαλαμάτης ἐπιχώριος δαίμων εἰμί ὁ Πασιφάη 0
3.26.2 1 Θαλαμῶν δὲ ἀπέχει σταδίους εἴκοσιν ὀνομαζομένη Πέφνος ἐπὶ θαλάσσῃ. About twenty stades distant from Thalamae is a place by the sea named Pephnos. θαλάμη δέ ἀπέχω στάδιον εἴκοσι ὀνομάζω πέφνος ἐπί θάλασσα 0
3.26.2 2 πρόκειται δὲ νησὶς πέτρας τῶν μεγάλων οὐ μείζων, Πέφνος καὶ ταύτῃ τὸ ὄνομα· Directly offshore lies a small island no larger than a great rock, which is likewise called Pephnos. πρόκειμαι δέ νησίς πέτρα ὁ μέγας οὐ μείζων πέφνος καί οὗτος ὁ ὄνομα 0
3.26.2 3 τεχθῆναι δὲ ἐνταῦθα τοὺς Διοσκούρους φασὶν οἱ Θαλαμᾶται. The inhabitants of Thalamae say that the Dioscuri were born there. τίκτω δέ ἐνταῦθα ὁ Διόσκουρος φημί ὁ θαλαμᾶται 0
3.26.2 4 τοῦτο μὲν δὴ καὶ Ἀλκμᾶνα ἐν ᾄσματι οἶδα εἰπόντα· Indeed, I know that Alcman also says this in one of his poems. οὗτος μέν δή καί Ἀλκμάν ἐν ᾆσμα οἶδα λέγω 0
3.26.2 5 τραφῆναι δὲ οὐκέτι ἐν τῇ Πέφνῳ φασὶν αὐτούς, ἀλλὰ Ἑρμῆν τὸν ἐς Πελλάναν κομίσαντα εἶναι. They add, however, that the twins were no longer reared at Pephnos, but rather that Hermes took them and carried them to Pellana. τρέφω δέ οὐκέτι ἐν ὁ πέφνω φημί αὐτός ἀλλά Ἑρμῆς ὁ εἰς Πέλλανα κομίζω εἰμί 0
3.26.3 1 ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶ μέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν· On this small island stand bronze statues of the Dioscuri, a foot tall and set in the open air. ἐν οὗτος ὁ νησίς ἄγαλμα Διόσκουροι χαλκοῦς μέγεθος ποδιαῖος ἐν ὑπαίθριος ὁ νησίς εἰμί 0
3.26.3 2 ταῦτα ἡ θάλασσα ἀποκινεῖν οὐκ ἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν. The sea itself, during winter storms, floods the rock but refuses to dislodge them. οὗτος ὁ θάλασσα ἀποκινέω οὐ ἐθέλω κατακλύζω ὥρα χείμων ὁ πέτρα 0
3.26.3 3 τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱ μύρμηκες αὐτόθι λευκότερον ἢ ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι. This is one marvel, and another is that the ants here appear whiter than is usual for ants. οὗτος τε δή θαῦμα εἰμί καί ὁ μύρμηξ αὐτόθι λευκός ἤ ὡς μύρμηξ ὁ χρῶμα φαίνω 0
3.26.3 4 τὴν δὲ χώραν οἱ Μεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόν τι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν. The Messenians claim that this territory originally belonged to them, so that they regard even the Dioscuri as belonging sooner to themselves than to the Lacedaemonians. ὁ δέ χώρα ὁ Μεσσήνιοι οὗτος ἑαυτοῦ φημί εἰμί ὁ ἀρχαῖος ὥστε καί ὁ Διόσκουρος μάλα τις αὐτός καί οὐ Λακεδαιμόνιος προσήκω νομίζω 0
3.26.4 1 Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα. Leuctra is twenty stadia distant from Pephnos. πέφνω δέ στάδιον εἴκοσι ἀπέχω Λεύκτρα 0
3.26.4 2 ἐφʼ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλει Λεῦκτρα, οὐκ οἶδα· For what reason the city was named Leuctra, I do not know. ἐπί ὅστις μέν δή εἰμί ὄνομα ὁ πόλις Λεύκτρα οὐ οἶδα 0
3.26.4 3 εἰ δʼ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι, τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόης παῖδα εἶναι τῆς Λευκίππου νομίζοντες. But if it was indeed from Leucippus, the son of Perieres, as the Messenians say, it seems to me this is why the people in this region especially honor Asclepius among the gods, believing him to be the son of Arsinoë, the daughter of Leucippus. εἰ δέ ἄρα ἀπό Λευκίππη ὁ περιῆρος ὡς ὁ Μεσσήνιος φημί οὗτος ἐγώ δοκέω ἕνεκα ὁ οὗτος θεός μάλιστα Ἀσκληπιός τιμάω ἅτε Ἀρσινόη παῖς εἰμί ὁ Λευκίππη νομίζω 0
3.26.4 4 λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶ Ἰνοῦς ἑτέρωθι. Here there is a stone statue of Asclepius and another statue of Ino standing elsewhere. λίθος δέ εἰμί Ἀσκληπιός τε ἄγαλμα καί Ἰνώς ἑτέρωθι 0
3.26.5 1 πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα, Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης· There is also a temple and a statue made for Cassandra, the daughter of Priam, who is called Alexandra by the locals. ποιέω δέ καί Κασσάνδρα ὁ Πρίαμος ναός καί ἄγαλμα Ἀλεξάνδρα ὑπό ὁ ἐγχώριος καλέω 0
3.26.5 2 καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστι κατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες. There are also wooden statues of Apollo Karneios fashioned in exactly the same manner as those worshipped by the Lacedaemonians who live in Sparta. καί Ἀπόλλων Κάρνειον ξόανον εἰμί κατά αὐτός καθά δή καί Λακεδαιμόνιος νομίζω ὁ Σπάρτη ἔχω 0
3.26.5 3 ἐπὶ δὲ τῆς ἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸς καὶ ἄλσος· ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶν δένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη. On the acropolis there is a temple and a statue of Athena, and at Leuctra there is a sanctuary and grove sacred to Eros; in wintertime a stream of water flows through the grove, yet in springtime the leaves falling from the trees are neither carried away nor moved at all, not even when the water flows abundantly. ἐπί δέ ὁ ἀκροπόλεως εἰμί ἱερός καί ἄγαλμα Ἀθηνᾶ καί ἔρως εἰμί ἐν Λεύκτρα ναός καί ἄλσος ὕδωρ δέ ὥρα χείμων διαρρέω ὁ ἄλσος ὁ δέ φύλλον ὁ ἦρι ἀπό ὁ δένδρον πίπτω οὐ ἄν ὑπό ὁ ὕδωρ οὐδέ πλεονάζω παρενέγκω 0
3.26.6 1 ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν, γράφω. But what I know having happened in my own time in the coastal region of Leuctra, I will record. ὅς δέ οἶδα ἐν ὁ πρός θάλασσα χώρα ὁ Λευκτρικός ἐπί ἐγώ συμβαίνω γράφω 0
3.26.6 2 ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων. A wind carried fire into a wood and destroyed most of the trees. ἄνεμος πῦρ εἰς ὕλη φέρω ὁ πολύς φανίζω ὁ δένδρον 0
3.26.6 3 ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν, ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα. When the place was left bare, there was discovered, set up there, a statue of Zeus Ithomatas. ὡς δέ ἀναφαίνω ὁ χωρίον ψιλός ἄγαλμα ἐνταῦθα ἱδρύω εὑρίσκω Ζεύς Ἰθώματα 0
3.26.6 4 τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι· δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς. This, according to the Messenians, is proof that Leuctra originally belonged to Messenia; yet it is also possible that Zeus Ithomatas received honor from the Lacedaemonians residing there from ancient times. οὗτος ὁ Μεσσήνιος φημί μαρτύριον εἰμί σφεῖς ὁ Λεύκτρα ὁ ἀρχαῖος ὁ Μεσσηνία εἰμί δύναμαι δέ ἄν καί Λακεδαιμόνιος ὁ Λεύκτρα ἐκ ἀρχή οἰκέω ὁ Ἰθώμαται Ζεύς παρά αὐτός ἔχω τιμή 0
3.26.7 1 Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου. Kardamyle, mentioned also by Homer among the places Agamemnon promised as gifts, is subject to the Lacedaemonians of Sparta, Augustus having detached it from Messenia. Καρδαμύλη δέ ὅς καί Ὅμηρος μνήμη ποιέω ἐν Ἀγαμέμνων ὑπόσχεσις δῶρον Λακεδαιμόνιος εἰμί ὑπήκοος ὁ ἐν Σπάρτη βασιλεύς Αὔγουστος ὁ Μεσσηνία ἀποτέμνω 0
3.26.7 2 ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους, Λεύκτρων δὲ καὶ ἑξήκοντα. Kardamyle stands eight stades from the sea, and sixty from Leuctra. ἀπέχω δέ Καρδαμύλη θάλασσα μέν ὀκτώ στάδιον λεύκτρον δέ καί ἑξήκοντα 0
3.26.7 3 ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν· ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον. Near the shore there is a sacred precinct dedicated to the daughters of Nereus; for it is said that they ascended here from the sea to behold Pyrrhus, son of Achilles, when he came to Sparta for his marriage to Hermione. ἐνταῦθα οὐ πόρρω ὁ αἰγιαλός τέμενος ἱερός ὁ Νηρεύς θυγάτηρ εἰμί εἰς γάρ οὗτος ἀναβαίνω ὁ χωρίον φημί ἐκ ὁ θάλασσα αὐτός πύρρινος ὄψομαι ὁ Ἀχιλλεύς ὅτε εἰς Σπάρτη ἐπί ὁ Ἑρμιόνη ἄπειμι γάμος 0
3.26.7 4 ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰ Δωριεῦσιν ἐπιχώριον. Within the town itself are sanctuaries of Athena and Apollo Karneios, whose worship is customary among the Dorians. ἐν δέ ὁ πολίσμα Ἀθηνᾶ τε ἱερός καί Ἀπόλλων εἰμί Κάρνειος καθά Δωριεύς ἐπιχώριος 0
3.26.8 1 πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου, Μεσσηνίους ὄντας, ἐς δὲ τὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων, καλοῦσιν ἐφʼ ἡμῶν Γερηνίαν. The city which in Homeric verses is called Enope, inhabited by Messenians who in my day belong to the league of the Eleutherolakones, is today called Gerenia. πόλις δέ ὀνομάζω ἐν ὁ ἔπος νόπη ὁ Ὅμηρος Μεσσήνιος εἰμί εἰς δέ ὁ συνέδριον συντελέω ὁ ἐλευθερολάκων καλέω ἐπί ἐγώ Γερηνία 0
3.26.8 2 ἐν ταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν, οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸ χωρίον, ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους. Regarding this city, some say that Nestor was raised there, while others claim he fled there when Pylos was captured by Heracles. ἐν οὗτος ὁ πόλις Νέστωρ ὁ μέν τρέφω λέγω ὁ δέ εἰς οὗτος ἔρχομαι φεύγω ὁ χωρίον ἡνίκα πύλος ἁλίσκομαι ὑπό Ἡρακλῆς 0
3.26.9 1 ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶ ἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι. Here in Gerenia there is the tomb of Machaon, son of Asclepius, and a holy sanctuary; and those suffering from diseases can seek cures from Machaon. ἐνταῦθα ἐν ὁ Γερηνία Μαχάων ὁ Ἀσκληπιός μνῆμα καί ἱερόν εἰμί ἅγιος καί ἄνθρωπος νόσος ἄμα παρά ὁ Μαχάων εἰμί εὑρίσκω 0
3.26.9 2 καὶ Ῥόδον μὲν τὸ χωρίον τὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν· ἐπίκειται δέ οἱ τῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ. They call the sacred place Rhodos, and there is a bronze statue of Machaon standing upright; upon his head is placed a wreath, which the Messenians in their local dialect call a 'kiphos'. καί ῥόδον μέν ὁ χωρίον ὁ ἱερός ὀνομάζω ἄγαλμα δέ ὁ Μαχάων χαλκοῦς εἰμί ὀρθός ἐπίκειμαι δέ ὁ ὁ κεφαλή στέφανος ὅς ὁ Μεσσήνιοι κῖφος καλέω ὁ ἐπιχώριος φωνή 0
3.26.9 3 Μαχάονα δὲ ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν ὁ τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα. The poet of the epic called the Little Iliad says that Machaon died at the hands of Eurypylus, son of Telephus. Μαχάων δέ ὑπό Εὐρύπυλος ὁ Τήλεφος τελευτάω φημί ὁ ὁ ἔπος ποιέω ὁ μικρός Ἰλιάς 0
3.26.10 1 διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα· ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος. Therefore I myself know the following about the rites performed at the sanctuary of Asclepius at Pergamum: they begin their hymns with Telephus, but they include no singing in honor of Eurypylus, nor do they even wish to pronounce his name anywhere within the temple, knowing as they do that he was the slayer of Machaon. διό καί ὅδε αὐτός οἶδα περί ὁ ἀσκληπιεῖον ὁ ἐν Πέργαμος γίγνομαι ἄρχομαι μέν ἀπό Τήλεφος ὁ ὕμνος προσᾴδω δέ οὐδέν εἰς ὁ Εὔρυπυλος οὐδέ ἀρχή ἐν ὁ ναός θέλω ὀνομάζω αὐτός οἷος ἐπίσταμαι φονεύς εἰμί Μαχάων 0
3.26.10 2 ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ· It is said that Nestor gathered up Machaon's bones. ἀνασῴζω δέ Νέστωρ λέγω ὁ Μαχάων ὁ ὀστέον 0
3.26.10 3 Ποδαλείριον δέ, ὡς ὀπίσω πορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆς ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι. As for Podaleirius, they say that when the Greeks, having sacked Ilium, sailed back home, he lost his course and found safety on Syrnus on the coast of Caria, where he then settled. ποδαλείριον δέ ὡς ὀπίσω πορθέω Ἴλιον κομίζω ἁμαρτάνω ὁ πλόος καί εἰς Σύρνος ὁ καρικός ἤπειρος φημί ἀποσώζω οἰκέω 0
3.26.11 1 τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν· ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιον παρʼ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια. In the district of Gerenia there is a mountain named Kalathion; upon it is a sanctuary of Klaia, and beside the sanctuary is a cave; its entrance is narrow, but inside it provides sights well worth viewing. ὁ δέ χώρα ὁ γερηνία ὄρος καλάθιον εἰμί ἐν αὐτός κλαίω ἱερός καί σπήλαιον παρά αὐτός ὁ ἱερόν ἔσοδος μέν στενός ὁ δέ ἔνδον παρέχομαι θέα ἄξιος 0
3.26.11 2 Γερηνίας δὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμα κατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι· About thirty stades inland from Gerenia lies Alagonia, which is another town that I have already counted among the Eleutherolakones. γερηνία δέ ὡς εἰς Μεσόγαια ἄνω τριάκοντα ἀπέχω στάδιον Ἀλαγονία καί ὁ πόλισμα καταριθμέω ἤδη καί οὗτος ἐν ἐλευθερόλακων 0
3.26.11 3 θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἱερά. Here there are sanctuaries dedicated to Dionysus and Artemis, also worthy of seeing. θέα δέ αὐτόθι ἄξιος Διόνυσος καί Ἄρτεμις εἰμί ἱερός 0