Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.26.1 | 1 | ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν---ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει---, ἐς οὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴν Βουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι. | To the harbor of the Aigeiratans—the town and its harbor share the same name—from the road along the territory of Boura, it is seventy-two stadia to the sanctuary of Heracles. | εἰς δέ ὁ ἐπίνειον ὁ Αἰγειρατεύς ὄνομα ὁ αὐτός ὅς τε πόλις καί ὁ ἐπίνειον ἔχω εἰς οὖν ὁ ἐπίνειον Αἰγειρατεύς δύο καί ἑβδομήκοντα ἀπό ὁ κατά ὁ ὁδός ὁ βουραϊκός εἰμί Ἡρακλῆς στάδιος | 0 |
| 7.26.1 | 2 | ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐς μνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν. | On the coast the Aigeiratans have nothing noteworthy; and the road from the harbor up to the city above is twelve stadia in length. | ἐπί θάλασσα μέν δή Αἰγειράτης οὐδείς εἰμί εἰς μνήμη ὁδός δέ ἐκ ὁ ἐπίνειον δύο στάδιον καί δέκα εἰς ὁ ἄνω πόλις | 0 |
| 7.26.2 | 1 | Ὁμήρου δὲ ἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται· τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνων ἐποικούντων, ἐγένετο δὲ ἐπʼ αἰτίᾳ τοιᾷδε. | In the poetry of Homer the place is called Hyperesia; however, its present name originated when the Ionians settled there, and it arose from the following circumstance. | Ὅμηρος δέ ἐν ὁ ἔπος ὑπερησία ὀνομάζω ὁ δέ ὄνομα ὁ νῦν γίγνομαι Ἴων ἐποικέω γίγνομαι δέ ἐπί αἰτία τοιόσδε | 0 |
| 7.26.2 | 2 | Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεν αὐτοῖς πολέμιος ἐς τὴν γῆν· | An army of Sicyonians intended to invade their territory. | Σικυώνιος ἀφίημι στρατός μέλλω αὐτός πολέμιος εἰς ὁ γῆ | 0 |
| 7.26.2 | 3 | οἱ δὲ ---οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι--- ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸς τοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας. | Since they themselves were not considered capable of facing the Sicyonians in battle, they gathered together all the goats they had in the region, tied torches to their horns and, when the night was advanced, set fire to the torches. | ὁ δέ οὐ γάρ δοκέω ἀξιόμαχος ὁ Σικυώνιος εἰμί ἀθροίζω αἴξ ὁπόσος σφεῖς εἰμί ἐν ὁ χώρα συλλέγω δέ δέω πρός ὁ κέρας αὐτός δᾷς καί ὡς πρόσω νύξ εἰμί ἐξάπτω ὁ δᾷς | 0 |
| 7.26.3 | 1 | Σικυώνιοι δὲ---ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον καὶ εἶναι τὴν φλόγα καὶ ἐκ τοῦ ἐπικουρικοῦ πυρός---οἱ μὲν οἴκαδε ἐπανήρχοντο. | The Sicyonians—for they supposed that an allied force was marching to help the Hyperesians and that the flames came from a beacon-fire lit by these allies—then turned back homeward. | Σικυώνιος δέ εἶμι γάρ σύμμαχος ὁ ὑπερησιεύς ἐλπίζω καί εἰμί ὁ φλόξ καί ἐκ ὁ ἐπικουρικός πῦρ ὁ μέν οἴκαδε ἐπανέρχομαι | 0 |
| 7.26.3 | 2 | Ὑπερησιεῖς δὲ τῇ τε πόλει τὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶ ἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμα ἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες. | The Hyperesians afterward changed their city’s present name from "goats," and in the place where their fairest goat, which had led the herd, had crouched down, they established a shrine to Artemis Agrotera ("Huntress"), believing that their trick against the Sicyonians had succeeded not without the aid of Artemis herself. | ὑπερησιεύς δέ ὁ τε πόλις ὁ ὄνομα ὁ νῦν μετίημι ἀπό ὁ αἴξ καί καθότι αὐτός ὁ κάλλιστος καί ἡγέομαι ὁ ἄλλος κλάω Ἄρτεμις ἀγροτέρα ποιέω ἱερόν ὁ σόφισμα εἰς ὁ Σικυώνιος οὐ ἄνευ ὁ Ἄρτεμις σφεῖς ἔπειμι νομίζω | 0 |
| 7.26.4 | 1 | οὐ μὴν καὶ αὐτίκα γε ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατʼ ἐμὲ ἦσαν ἔτι οἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ. | However, the name Aigeira did not immediately prevail instead of Hyperesia, since even in my time, some continued to call Oreos in Euboea by its ancient name, Hestiaea. | οὐ μήν καί αὐτίκα γε νικάω αἴγειρος ἀντί Ὑπερησίας καλέω ἐπεί κατά ἐγώ εἰμί ἔτι ὅς ὠρεός ὁ ἐν Εὔβοια ὁ ὄνομα Ἐστίαια καλέω ὁ ἀρχαῖος | 0 |
| 7.26.4 | 2 | παρείχετο δὲ ἡ Αἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου, Ἀθηναίου δὲ ἔργον Εὐκλείδου. | Now Aigeira provided the opportunity to record a sanctuary of Zeus, in which stood a seated statue made from Pentelic marble, a work by the Athenian sculptor Euclides. | παρέχω δέ ὁ αἴγειρος εἰς συγγραφή ἱερός Ζεύς καί ἄγαλμα κάθημαι λίθος ὁ Πεντελήσιος Ἀθηναῖος δέ ἔργον εὐκλείδης | 0 |
| 7.26.4 | 3 | ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε· πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τε ἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις. | In this sanctuary there is also a statue of Athena; her face, the tips of her hands, and her feet are of ivory, while the rest is a wooden image adorned on its surface with gold and colors. | ἐν οὗτος ὁ ἱερός καί Ἀθηνᾶ ἄγαλμα ἵστημι πρόσωπον τε καί ἄκρα χείρ ἐλέφας καί ὁ πούς ὁ δέ ἄλλος ξόανον χρυσός τε ἐπιπολή διηνθισμένος εἰμί καί φάρμακον | 0 |
| 7.26.5 | 1 | Ἀρτέμιδός τε ναὸς καὶ ἄγαλμα τέχνης τῆς ἐφʼ ἡμῶν· ἱερᾶται δὲ παρθένος, ἔστʼ ἂν ἐς ὥραν ἀφίκηται γάμου. | There is a temple of Artemis and a statue, both the work of our own time; and the priestess is a virgin, who serves until she reaches the age for marriage. | Ἄρτεμις τε ναός καί ἄγαλμα τέχνη ὁ ἐπί ἐγώ ἱεράομαι δέ παρθένος ἔστι ἄν εἰς ὥρα ἀφικνέομαι γάμος | 0 |
| 7.26.5 | 2 | ἕστηκε δὲ καὶ ἄγαλμα ἐνταῦθα ἀρχαῖον, Ἰφιγένεια ἡ Ἀγαμέμνονος, ὡς οἱ Αἰγειρᾶταί φασιν· εἰ δὲ ἀληθῆ λέγουσιν οὗτοι, δῆλός ἐστιν ἐξ ἀρχῆς Ἰφιγενείᾳ ποιηθεὶς ὁ ναός. | Also standing here is an old statue, depicting Iphigenia, the daughter of Agamemnon, according to the account of the people of Aigeira; if these people are speaking the truth, it is clear that the temple was originally built in honor of Iphigenia. | ἵστημι δέ καί ἄγαλμα ἐνταῦθα ἀρχαῖος Ἰφιγένεια ὁ Ἀγαμέμνων ὡς ὁ Αἰγειράτης φημί εἰ δέ ἀληθής λέγω οὗτος δῆλος εἰμί ἐκ ἀρχή Ἰφιγένεια ποιέω ὁ ναός | 0 |
| 7.26.6 | 1 | ἔστι καὶ Ἀπόλλωνος ἱερὸν ἐς τὰ μάλιστα ἀρχαῖον τό τε ἱερὸν αὐτὸ καὶ ὁπόσα ἐν τοῖς ἀετοῖς. | There is also a sanctuary of Apollo, exceptionally ancient, both the temple itself and everything within the pediments. | εἰμί καί Ἀπόλλων ἱερός εἰς ὁ μάλιστα ἀρχαῖος ὁ τε ἱερός αὐτός καί ὁπόσος ἐν ὁ ἀετός | 0 |
| 7.26.6 | 2 | ἀρχαῖον δὲ καὶ τοῦ θεοῦ τὸ ξόανον, γυμνός, μεγέθει μέγας. | Ancient too is the wooden image of the god, naked and impressive in size. | ἀρχαῖος δέ καί ὁ θεός ὁ ξόανον γυμνός μέγεθος μέγας | 0 |
| 7.26.6 | 3 | τὸν ποιήσαντα δὲ εἶχεν οὐδεὶς τῶν ἐπιχωρίων εἰπεῖν· ὅστις δὲ ἤδη τὸν Ἡρακλέα τὸν ἐν Σικυῶνι ἐθεάσατο, τεκμαίροιτο ἂν καὶ ἐν Αἰγείρᾳ τὸν Ἀπόλλωνα ἔργον εἶναι τοῦ αὐτοῦ Φλιασίου Λαφάους. | None of the local inhabitants could name the man who carved it, but whoever has seen the Heracles at Sicyon would infer that the Apollo at Aigeira is also the work of the same Lafaias of Phlius. | ὁ ποιέω δέ ἔχω οὐδείς ὁ ἐπιχώριος λέγω ὅστις δέ ἤδη ὁ Ἡρακλῆς ὁ ἐν Σικυών θεάομαι τεκμαίρομαι ἄν καί ἐν αἰγείρα ὁ Ἀπόλλων ἔργον εἰμί ὁ αὐτός Φλιάσιος λαφάος | 0 |
| 7.26.7 | 1 | Ἀσκληπιοῦ δὲ ἀγάλματα ὀρθά ἐστιν ἐν ναῷ καὶ Σαράπιδος ἑτέρωθι καὶ Ἴσιδος, λίθου καὶ ταῦτα Πεντελησίου. | There are upright statues of Asclepius in the temple, as well as statues of Serapis and Isis in another place, all made of Pentelic marble. | Ἀσκληπιός δέ ἄγαλμα ὀρθός εἰμί ἐν ναός καί Σάραπις ἑτέρωθι καί Ἶσις λίθος καί οὗτος Πεντελήσιος | 0 |
| 7.26.7 | 2 | τὴν δὲ Οὐρανίαν σέβουσι μὲν τὰ μάλιστα, ἐσελθεῖν δὲ ἐς τὸ ἱερὸν οὐκ ἔστιν ἀνθρώποις. | They particularly venerate Urania, but no human being may enter her sanctuary. | ὁ δέ Οὐρανία σέβω μέν ὁ μάλιστα εἰσέρχομαι δέ εἰς ὁ ἱερός οὐ εἰμί ἄνθρωπος | 0 |
| 7.26.7 | 3 | θεοῦ δὲ ἣν Συρίαν ἐπονομάζουσιν, ἐς ταύτης τὸ ἱερὸν ἐσίασιν ἐν ἡμέραις ῥηταῖς, ἄλλα τε ὅσα νομίζουσι προκαθαριεύσαντες καὶ ἐς τὴν δίαιταν. | As for the goddess whom they call the Syrian goddess, people enter her sanctuary on appointed days, but only after purifying themselves according to prescribed rites, including practices concerning their diet. | θεός δέ ὅς Συρία ἐπονομάζω εἰς οὗτος ὁ ἱερός εἰσίαμι ἐν ἡμέρα ῥητός ἄλλος τε ὅσος νομίζω προκαθαριεύω καί εἰς ὁ δίαιτα | 0 |
| 7.26.8 | 1 | οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος· ἄγαλμα ἦν ἐν τῷ οἰκήματι Τύχης, τὸ κέρας φέρουσα τὸ Ἀμαλθείας· | I also know having viewed a sanctuary at Aigeira in which stood a statue of Tyche, holding the horn of Amaltheia. | οἶδα καί οἴκημα ἐν αἰγείρα θεάομαι ἄγαλμα εἰμί ἐν ὁ οἴκημα τύχη ὁ κέρας φέρω ὁ Ἀλθαία | 0 |
| 7.26.8 | 2 | παρὰ δὲ αὐτὴν Ἔρως πτερὰ ἔχων ἐστίν, ἐθέλει δὲ σημαίνειν ὅτι ἀνθρώποις καὶ τὰ ἐς ἔρωτα τύχῃ μᾶλλον ἢ ὑπὸ κάλλους κατορθοῦται. | Beside her is a winged Eros, signifying that human successes in love depend more upon fortune than upon beauty. | παρά δέ αὐτός ἔρως πτερόν ἔχω εἰμί ἐθέλω δέ σημαίνω ὅτι ἄνθρωπος καί ὁ εἰς ἔρως τύχη μᾶλλον ἤ ὑπό κάλλος κατορθόω | 0 |
| 7.26.8 | 3 | ἐγὼ μὲν οὖν Πινδάρου τά τε ἄλλα πείθομαι τῇ ᾠδῇ καὶ Μοιρῶν τε εἶναι μίαν τὴν Τύχην καὶ ὑπὲρ τὰς ἀδελφάς τι ἰσχύειν· | For my part, I am persuaded by Pindar's poetry in all matters, including that Tyche is one of the Fates and indeed possesses power somewhat greater than that of her sisters. | ἐγώ μέν οὖν Πίνδαρος ὁ τε ἄλλος πείθομαι ὁ ᾠδή καί μοῖρα τε εἰμί εἷς ὁ τύχη καί ὑπέρ ὁ ἀδελφή τις ἰσχύω | 0 |
| 7.26.9 | 1 | ἐν Αἰγείρᾳ δὲ ἐν τούτῳ τῷ οἰκήματι ἀνήρ τε ἤδη γέρων ἴσα καὶ ὀδυρόμενος καὶ γυναῖκες αἱ τρεῖς ἀφαιρούμεναι ψέλιά εἰσι καὶ ἴσοι νεανίσκοι ταῖς γυναιξί, καὶ ὁ ἐνδεδυκὼς δὲ θώρακα εἷς. | In Aigeira, within this structure, there is portrayed a man already aged who appears grieving greatly, along with three women who are removing bracelets from their wrists, three youths equal in number to the women, and one figure dressed in armor. | ἐν αἰγείρα δέ ἐν οὗτος ὁ οἴκημα ἀνήρ τε ἤδη γέρων ἴσος καί ὀδυρόμενος καί γυνή ὁ τρεῖς ἀφαιρέω ψέλια εἰμί καί ἴσος νεανίσκος ὁ γυνή καί ὁ ἐνδύω δέ θώραξ εἷς | 0 |
| 7.26.9 | 2 | τοῦτόν φασιν Ἀχαιοῖς γενομένου πολέμου μαχεσάμενον ἀνδρειότατα Αἰγειρατῶν τελευτῆσαι, καὶ αὐτοῦ τὸν θάνατον οἱ λοιποὶ τῶν ἀδελφῶν οἴκαδε ἀπήγγειλαν· | They say that this man, wearing armor, perished after fighting most bravely of the people of Aigeira during a war against the Achaeans; the surviving brothers reported his death back home. | οὗτος φημί Ἀχαιός γίγνομαι πόλεμος μάχομαι ἀνδρειότατα Αἰγειρατεύς τελευτάω καί αὐτός ὁ θάνατος ὁ λοιπός ὁ ἀδελφός οἴκαδε ἀπαγγέλλω | 0 |
| 7.26.9 | 3 | καὶ τοῦδε ἕνεκα αἵ τε ἀδελφαὶ διὰ τὸ ἐπʼ αὐτῷ πένθος ἀποκοσμοῦνται καὶ τὸν πατέρα ἐπονομάζουσιν οἱ ἐπιχώριοι Συμπαθῆ, ἅτε ἐλεεινὸν καὶ ἐν τῇ εἰκόνι. | On account of this, his sisters are represented in mourning attire due to their grief for him, and the locals call their father Sympathes ("Compassionate"), as he appears pitiable even in the depiction. | καί ὅδε ἕνεκα ὅς τε ἀδελφή διά ὁ ἐπί αὐτός πένθος ἀποκοσμέω καί ὁ πατήρ ἐπονομάζω ὁ ἐπιχώριος συμπαθής ἅτε ἐλεεινός καί ἐν ὁ εἰκών | 0 |
| 7.26.10 | 1 | ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί· | The road from Aigeira runs straight uphill from the temple of Zeus, passing through the mountains. | ὁδός δέ ἐκ αἰγείρᾱ εὐθεῖα ἀπό ὁ ἱερόν ὁ Ζεύς διά τε ὄρος καί ἀνάντης εἰμί | 0 |
| 7.26.10 | 2 | μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκ ἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν. | This route is forty stades long and leads to Phelloe, a small, obscure town, which was not even permanently inhabited while the Ionians still occupied the land. | μῆκος μέν οὖν ὁ ὁδός τεσσαράκοντα εἰμί στάδιος ἄγω δέ εἰς φελλόη πόλισμα οὐ ἐπιφανής οὐδέ ὡς ἀεί οἰκέω καί Ἴων ἔτι ἔχω ὁ γῆ | 0 |
| 7.26.10 | 3 | τὰ δὲ περὶ τὴν Φελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια· | The region around Phelloe is well suited for growing vines. | ὁ δέ περί ὁ φελλόη εἰς φυτεία ἄμπελος εἰμί ἐπιτήδειος | 0 |
| 7.26.10 | 4 | καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέ εἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι· | The rocky areas are covered with oak trees and inhabited by wild beasts, including deer and wild boars. | καί ὅσος πετρώδης ὁ χώρα δρῦς τε εἰμί καί θηρίον ἔλαφος καί ὗς ἄγριος | 0 |
| 7.26.11 | 1 | εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίων ἀφθόνῳ καταρρεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις. | If any of the smaller towns in Greece flows abundantly with water, one could number Pelloe among them. | εἰ δέ τις ὁ ἐν Ἕλλην πολισμάτιον ἄφθονος καταρρέω ὁ ὕδωρ ἀριθμέω καί ὁ φελλόη εἰμί ἐν οὗτος | 0 |
| 7.26.11 | 2 | θεῶν δὲ ἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν· ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτρας λαμβάνουσα· τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον. | There are sanctuaries of Dionysus and Artemis; the image of Artemis is made of bronze, depicted drawing an arrow from her quiver, while the statue of Dionysus is adorned with cinnabar paint. | θεός δέ ἱερός Διόνυσος καί Ἄρτεμις εἰμί ὁ μέν χαλκός ποιέω βέλος δέ ἐκ φαρέτρα λαμβάνω ὁ Διόνυσος δέ ὑπό κιννάβαρις ὁ ἄγαλμα εἰμί ἀνθέω | 0 |
| 7.26.11 | 3 | ἐς δὲ τὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν. | Descending from Aigeira to its harbor, and proceeding further inland again, on the right side of the road stands the sanctuary of Artemis Agrotera ("the huntress"), where they say the goat crouched. | εἰς δέ ὁ ἐπίνειον καταβαίνω ἐκ αἰγείρᾱ καί αὖθις εἰς ὁ πρόσω βαδίζω εἰμί ἐν δεξιός ὁ ὁδός ὁ ἱερός ὁ ἀγροτέρα ἔνθα ὁ αἴξ ὀκλάζω λέγω | 0 |
| 7.26.12 | 1 | τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς· | Next to the territory of the people of Aigeira lies that of the Pelleneans. | ὁ δέ Αἰγειρατεύς ἔχω Πελληνεύς | 0 |
| 7.26.12 | 2 | πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι. | These inhabit the frontier of Achaia toward Sicyon and a part of Argolis. | πρός Σικυών δέ οὗτος καί μοῖρα ὁ Ἀργολίς Ἀχαιός οἰκέω ἔσχατος | 0 |
| 7.26.12 | 3 | τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος· | According to the Pellenean account, the name of their city is derived from Pallas, who is said to have been one of the Titans; on the other hand, according to the Argive tradition, the city received its name from an Argive named Pellen. | ὁ δέ ὄνομα γίγνομαι ὁ πόλις λόγος μέν ὁ Πελλήνη ἀπό πάλλω ὁ Τιτάν δέ καί πάλλω εἰμί λέγω δόξα δέ ὁ Ἀργεῖος ἀπό ἀνήρ Ἀργεῖος πέλληνος | 0 |
| 7.26.12 | 4 | Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν. | He is said to have been the son of Phorbas and grandson of Triopas. | φόρβανος δέ εἰμί ὁ τριάποδα παῖς αὐτός λέγω | 0 |
| 7.26.13 | 1 | Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον Σικυωνίων Δονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲ καὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Δονόεσσαν· | Between Aigeira and Pellene there was a small town called Donoussa, subject to the Sicyonians. | αἰγείρᾱ δέ ἐν ὁ μεταξύ καί Πέλληνη πόλισμα ὑπήκοος Σικυώνιος δονέω καλέω γίγνομαι μέν ὑπό ὁ Σικυώνιος ἀνάστατος μνημονεύω δέ καί ὅμηρος ἐν κατάλογος ὁ σύν Ἀγαμέμνων φημί αὐτός ποιέω ἔπος ὁ τε ὑπερησία τε καί αἰπεινός δονόεσσα | 0 |
| 7.26.13 | 2 | Hom. Il. 2.573 | Though it was destroyed by the Sicyonians, they say Homer mentions it in his catalogue of Agamemnon's forces: “and Hyperesia and steep Donoessa” (Homer, Iliad 2.573). | 0 | |
| 7.26.13 | 3 | Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἄλλα ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας. | But they claim that when Peisistratus was gathering together Homer’s verses, which had become scattered and preserved in separate locations, either Peisistratus himself or one of his companions mistakenly changed the town’s name through ignorance. | Πεισίστρατος δέ ἡνίκα ἔπος ὁ Ὅμηρος διασπάω τε καί ἄλλος ἀλλαχοῦ μνημονεύω ἀθροίζω τότε αὐτός Πεισίστρατος ἤ ὁ τις ἑταῖρος μεταποιέω ὁ ὄνομα ὑπό ἀγνοία | 0 |
| 7.26.14 | 1 | ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον. | Aristonautae is the port of the people of Pellene. | εἰμί δέ Ἀριστοναῦται Πελληνεύς ἐπίνειον | 0 |
| 7.26.14 | 2 | ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν· ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου. | From the seaside town of Aigeira the distance to this harbor is one hundred and twenty stadia, while half that distance separates the harbor from Pellene itself. | εἰς οὗτος ἐκ αἰγείρᾱ ὁ ἐπί θάλασσα στάδιον εἰμί εἴκοσι ὁδός καί ἑκατόν οὗτος δέ ἥμισυς εἰς Πελλήνη ἀπό ὁ ἐπίνειον | 0 |
| 7.26.14 | 3 | ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς. | They say that the port acquired the name Aristonautae ("Best Sailors") because the Argonauts, sailing aboard the Argo, once put into this harbor. | ὄνομα δέ ἀριστοναύτης γίγνομαι ὁ ἐπίνειον λέγω ὅτι καί εἰς οὗτος ὁ λιμήν ὁρμίζομαι ὁ πλέω ἐπί ὁ ἀργός | 0 |