Passage 7.26.4
οὐ μὴν καὶ αὐτίκα γε ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατʼ ἐμὲ ἦσαν ἔτι οἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ. παρείχετο δὲ ἡ Αἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου, Ἀθηναίου δὲ ἔργον Εὐκλείδου . ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε· πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τε ἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις.
However, the name Aigeira did not immediately prevail instead of Hyperesia, since even in my time, some continued to call Oreos in Euboea by its ancient name, Hestiaia. Now Aigeira provided the opportunity to record a sanctuary of Zeus, in which stood a seated statue made from Pentelic marble, a work by the Athenian sculptor Euclides. In this sanctuary there is also a statue of Athena; her face, the tips of her hands, and her feet are of ivory, while the rest is a wooden image adorned on its surface with gold and colors.