Passage 10.2.7
Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία· καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος--- οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι--- τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.
After the death of Phayllus, power among the Phocians passed to his son Phalaecus. But when Phalaecus was accused of privately appropriating sacred funds, he was removed from power. He then sailed to Crete along with a selection of Phocians loyal to him and a portion of his mercenary troops. While besieging Cydonia—since the inhabitants refused to give him the money he demanded—he lost most of his army and himself perished.