Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.5.1 | 1 | Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθʼ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν ἣν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον· | Smyrna, which was counted among the twelve Aeolian cities and which occupied the land that includes even to my own time the town called the Old City, was conquered from the Aeolians by the Ionians who had set out from Colophon. | σμύρνα δέ ἐν ὁ δώδεκα πόλις εἰμί Αἰολεύς καί οἰκουμένη ὁ χώρα κατά ὅς καί εἰς ἐγώ ἔτι πόλις ὅς καλέω ἀρχαῖος Ἴων ἐκ κολοφών ὁρμάω ἀφαιρέω ὁ Αἰολεύς ἔχω | 0 |
| 7.5.1 | 2 | χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου. | Later, with the passing of time, the Ionians granted the Smyrnaeans membership in the assembly held in the Panionion. | χρόνος δέ ὕστερον καί Ἴων μεταδίδωμι Σμυρναῖος ὁ ἐν Πανιώνιος σύλλογος | 0 |
| 7.5.1 | 3 | Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφʼ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατʼ ὄψιν ὀνείρατος· | Alexander, son of Philip, founded the city that exists in our day, having been guided by a vision in a dream. | Ἀλέξανδρος δέ ὁ Φίλιππος ὁ ἐπί ἐγώ πόλις γίγνομαι οἰκιστής κατά ὄψις ὄνειραρ | 0 |
| 7.5.2 | 1 | Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡς ἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τε ἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος. | For they say that Alexander, when hunting on Mount Pagos, after finishing his chase, arrived at a sanctuary of the Nemeses, and there happened upon a spring and a plane-tree standing before the temple, which grew above the water. | Ἀλέξανδρος γάρ θηρεύω ἐν ὁ ὄρος ὁ πάγος ὡς γίγνομαι ἀπό ὁ θήρα ἀφικνέομαι πρός νέμεσις λέγω ἱερόν καί πηγή τε ἐπιτυγχάνω αὐτός καί πλάτανος πρό ὁ ἱερόν φύω δέ ἐπί ὁ ὕδωρ | 0 |
| 7.5.2 | 2 | καὶ ὑπὸ τῇ πλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθα οἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας· | As he slept beneath this plane-tree, the Nemeses, appearing to him, commanded him, it is said, to establish a city there and to bring to it the Smyrnaeans, removing them from their former settlement. | καί ὑπό ὁ πλάτανος καθεύδω κελεύω φημί αὐτός ὁ νέμεσις ἐπιφαίνω πόλις ἐνταῦθα οἰκίζω καί ἄγω εἰς αὐτός Σμυρναῖος ἀνίστημι ἐκ ὁ πρότερος | 0 |
| 7.5.3 | 1 | ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσιν ἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός· τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρες ἔσονται, οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος. | Thus, the Smyrnaeans dispatched envoys to Claros to consult the oracle regarding their present circumstances; and the god answered them: "Thrice blessed and four times happy indeed will be those who dwell on Pagos beyond sacred Meles." | ἀποστέλλω οὖν εἰς κλῆρος θεωρός ὁ Σμυρναῖος περί ὁ παρών σφεῖς ἐρέομαι καί αὐτός χράομαι ὁ θεός τρίς μάκαρ κεῖνος καί τετράκις ἀνήρ εἰμί ὅς πάγος οἰκέω πέρην ἱερός μέλητος | 0 |
| 7.5.3 | 2 | οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρα αὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσιν εἶναι Ὠκεανόν. | Accordingly, they willingly relocated, and now venerate two Nemeses rather than one, maintaining that Night is their mother, whereas the Athenians, concerning the goddess at Rhamnus, assert Oceanus to be her father. | οὕτως μετοικίζω ἐθελοντής καί δύο νέμεσις νομίζω ἀντί εἷς καί μήτηρ αὐτός φημί εἰμί νύξ ἐπεί Ἀθηναῖος γε ὁ ἐν Ῥαμνοῦς θεός πατήρ λέγω εἰμί Ὠκεανός | 0 |
| 7.5.4 | 1 | Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων. | The land of Ionia possesses an exceedingly favorable balance of seasons, and it also has sanctuaries such as are nowhere else found: first, the temple of the Ephesian goddess, noted for its size and its overall wealth. | ἴως δέ ἔχω μέν ἐπιτήδειος ὥρα κρᾶσις ὁ χώρα ἔχω δέ καί ἱερός οἷος οὐ ἑτέρωθι πρῶτος μέν ὁ ὁ Ἐφεσία μέγεθος τε ἕνεκα καί ἐπί ὁ ἄλλος πλοῦτος δύο δέ οὐ ἐξειργασμένος Ἀπόλλων ὁ τε ἐν Βραγχίδαι ὁ Μιλήσιος καί ἐν κλῆρος ὁ Κολοφώνιος | 0 |
| 7.5.4 | 2 | δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς· | There are also two sanctuaries dedicated to Apollo, both unfinished, that at Branchidae in Milesian territory and that at Claros in Colophonian lands. | δύο δέ ἄλλος ἐν Ἰωνία ναός ἐπιλαμβάνω ὑπό Πέρσης κατακαίω ὁ τε ἐν Σάμος ὁ Ἥρα καί ἐν φωκαία ὁ Ἀθηνᾶ | 0 |
| 7.5.4 | 3 | θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι. | Two other temples in Ionia were burned down by the Persians, the sanctuary of Hera at Samos and that of Athena at Phocaea. | θαῦμα δέ ὅμως εἰμί καί ὑπό ὁ πῦρ λυμαίνομαι | 0 |
| 7.5.5 | 1 | ἡσθείης δʼ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶς τῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖς κατὰ ἀρχαιότητα· | You would also be pleased by the temple of Heracles in Erythrae and that of Athena at Priene, the latter for the sake of its statue, and the Heracleion at Erythrae because of its antiquity. | ἥδομαι δέ ἄν καί ὁ ἐν ἐρυθρός Ἡράκλειος καί Ἀθηνᾶ ὁ ἐν Πριήνη ναός οὗτος μέν ὁ ἄγαλμα ἕνεκα Ἡράκλειος δέ ὁ ἐν ἐρυθρός κατά ἀρχαιότης | 0 |
| 7.5.5 | 2 | τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶν τοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον. | The statue there resembles neither the so-called Aeginetan nor the oldest Attic types; rather, it is entirely Egyptian, if anything at all. | ὁ δέ ἄγαλμα οὔτε ὁ καλέω Αἰγιναῖος οὔτε ὁ Ἀττικός ὁ ἀρχαῖος ἐμφερής εἰ δέ τις καί ἄλλος ἀκριβῶς εἰμί Αἰγύπτιος | 0 |
| 7.5.5 | 3 | σχεδία γὰρ ἦν ξύλων, καὶ ἐπʼ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε· | For it was upon a wooden raft that the god sailed out from Tyre in Phoenicia. | σχεδία γάρ εἰμί ξύλον καί ἐπί αὐτός ὁ θεός ἐκ τύρος ὁ φοινίκη ἐκπλέω | 0 |
| 7.5.5 | 4 | καθʼ ἥντινα δὲ αἰτίαν, οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν. | But for what reason he did so, the Erythraeans themselves offer no explanation. | κατά ὅστις δέ αἰτία οὐδέ αὐτός οὗτος ὁ Ἐρυθραῖος λέγω | 0 |
| 7.5.6 | 1 | ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδία τὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ· | When the raft of the Ionians reached the sea, it is said to have anchored by a headland called Mesate. | ὡς δέ εἰς ὁ θάλασσα ἀφικνέομαι ὁ σχεδία ὁ Ἴων φημί αὐτός ὁρμίζομαι πρός ἄκρος καλέω Μεσάτης | 0 |
| 7.5.6 | 2 | ἡ δὲ ἔστι μὲν τῆς ἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστι μεσαίτατον. | This promontory is on the mainland, and it lies exactly midway for those who sail from the harbor of Erythrae to the island of Chios. | ὁ δέ εἰμί μέν ὁ ἤπειρος ὁ δέ ἐκ ὁ Ἐρυθραῖος λιμήν εἰς νῆσος ὁ χίων πλέω οὗτος εἰμί μεσαίτατος | 0 |
| 7.5.6 | 3 | ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοι πόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖν ἑκάτεροι τὸ ἄγαλμα· | As the raft stopped near this headland, the Erythraeans made great efforts, and the Chians no less exertion, each side anxiously striving to bring the statue to their own land. | ἐπεί δέ ὁ σχεδία κατά ὁ ἄκρα ἔχω ἐνταῦθα πολύς μέν ὁ Ἐρυθραῖος πόνος οὐ ἐλάσσων δέ ἔχω ὁ Χῖος ποιέω σπουδή παρά σφεῖς κατάγω ἑκάτερος ὁ ἄγαλμα | 0 |
| 7.5.7 | 1 | τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν. | At last, a man from Erythrae, who earned his living by the sea and the catching of fish, but whose eyes had been destroyed by disease—his name was Phormion—this fisherman saw a vision in a dream that required the women of Erythrae to cut off their hair, so that the men might weave from the hair a rope and thus draw the raft to their shores. | τέλος δέ ἐρυθραῖος ἄνθρωπος ὅς βίος μέν εἰμί ἀπό θάλασσα γίγνομαι καί ἄγρα ἰχθύς διαφθείρω δέ ὑπό νόσος ὁ ὀφθαλμός ὄνομα δέ ὁ φορμίων εἰμί οὗτος ὁ ἁλιεύς ὁράω ὄψις ὄνειραρ ὡς ὁ Ἐρυθραῖος γυνή ἀποκείρω δέω ὁ κόμα καί οὕτως ὁ ἀνήρ πλέκω καλός ἐκ ὁ τρίχα ὁ σχεδία παρά σφεῖς κατάσσω | 0 |
| 7.5.7 | 2 | αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶς ὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο· | But the citizen women were by no means willing to obey the dream's command. | ὁ μέν δή ἀστής ὁ γυνή οὐδαμῶς ὑπακούω ὁ ὄνειραρ βούλομαι | 0 |
| 7.5.8 | 1 | ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς· | All the Thracian women who were slaves and who, despite their servitude, lived there a life of freedom, willingly shear their own hair. | ὁπόσος δέ ὁ Θρᾷξ γένος δουλεύω καί οὖσα σφεῖς ἐλεύθερος εἰμί ἐνταῦθα βίος ἀποκείρω παρέχω αὑτός | 0 |
| 7.5.8 | 2 | καὶ οὕτως οἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν. | After this is done, the people of Erythrae launch their raft. | καί οὕτως ὁ Ἐρυθραῖος ὁ σχεδία καθέλκω | 0 |
| 7.5.8 | 3 | ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόν ἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοι φυλάσσουσι· | Now, entrance into the sanctuary of Heracles is permitted to these Thracian women alone among women, and the locals even in my time preserve the cable made from their hair. | ἔσοδος τε δή ὁ θρᾷσσα εἰς ὁ Ἡράκλειον εἰμί γυνή μόνος καί ὁ καλώδιον ὁ ἐκ ὁ τρίχα καί εἰς ἐγώ ἔτι ὁ ἐπιχώριος φυλάσσω | 0 |
| 7.5.8 | 4 | καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦ βίου φασίν. | Indeed, these same people say that afterward the fisherman regained his vision and saw clearly for the remainder of his life. | καί δή καί ὁ ἁλιεύς ὁ αὐτός οὗτος ἀναβλέπω τε καί ὁράω ὁ λοιπός ὁ βίος φημί | 0 |
| 7.5.9 | 1 | ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλου μεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶ ἐπὶ τῆς κεφαλῆς πόλον· | In Erythrae there is also a temple of Athena Polias and a large wooden statue seated upon a throne. | εἰμί δέ ἐν ἐρυθρός καί Ἀθηνᾶ Πολιάς ναός καί ἄγαλμα ξύλον μέγεθος μέγας κάθημαι τε ἐπί θρόνος καί ἠλακάτη ἐν ἑκάτερος ὁ χείρ ἔχω καί ἐπί ὁ κεφαλή πόλος | 0 |
| 7.5.9 | 2 | τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶ Ὥραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ. | In each hand she holds a distaff, and upon her head is a polos. | οὗτος ἐνδοῖος τέχνη καί ἄλλος τεκμαίρομαι εἰμί καί εἰς ὁ ἐργασία ὁράω ἔνδον ὁ ἄγαλμα καί οὐ ἥκιστα ἐπί ὁ χάρις τε καί ὥρα ὅς πρίν εἰσέρχομαι ἵστημι ἐν ὑπαίθριος λίθος λευκός | 0 |
| 7.5.9 | 3 | ἐποιήθη δὲ καὶ κατʼ ἐμὲ Σμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατι ἀλλοίῳ. | We inferred this to be a work of Endoeus, partly from seeing his artistic techniques present elsewhere, but especially from the manner of workmanship observed within the statue, and from the Graces and the Hours standing in the open air, sculpted from white marble, before one enters the temple. | ποιέω δέ καί κατά ἐγώ Σμυρναῖος ἱερός Ἀσκληπιός μεταξύ κορυφή τε ὄρος καί θάλασσα ἄμικτος ὕδωρ ἀλλοῖος | 0 |
| 7.5.10 | 1 | ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν· | Ionia, beyond its temples and the temperate quality of its air, provides other subjects worthy of description: the Ephesian territory, for instance, includes the river Cenchrius, the nature of Mount Pion, and the Halitaea spring. | ὁ δέ Ἰωνία πάρειμι ὁ τε ἱερός καί ὁ ὁ ἀήρ κρᾶσις παρέχω καί ἄλλος εἰς συγγραφή ὁ μέν γε ἐφέσια χώρα ὁ τε κέγχριον ποταμός καί ὁ πίνω ὁ ὄρος ὁ φύσις καί πηγή ὁ ἁλιταίος | 0 |
| 7.5.10 | 2 | ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾄδουσιν· | In the Milesian land there is the spring called Biblis, together with all that poets recount concerning the love of Biblis. | ἐν δέ ὁ Μιλήσιος πηγή τε εἰμί βιβλίς καί ὅσος εἰς ὁ βιβλίς ὁ ἔρως ᾄδω | 0 |
| 7.5.10 | 3 | ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ. | Near Colophon stands the grove of Apollo with ash trees, and not far from the grove flows the river Ales, the coldest of all rivers in Ionia. | ἐν δέ ὁ Κολοφώνιος ἄλσος τε ὁ Ἀπόλλων δένδρον μελία καί οὐ πόρρω ὁ ἄλσος ἄλη ποταμός ψυχρός ὁ ἐν Ἰωνία | 0 |
| 7.5.11 | 1 | Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλεια γίνεται· | At Lebedos, the baths located there provide both amazement and benefit to mankind. | Λεβαδέος δέ ὁ λουτρόν ἐν ὁ γῆ θαῦμα ἄνθρωπος ὁμοῦ καί ὠφέλεια γίγνομαι | 0 |
| 7.5.11 | 2 | ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐν πέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα. | And likewise at Teos there are baths situated on the promontory called Macria; some of these baths are formed naturally by the waves in the clefts of rocks, whereas others have been constructed to display luxury. | εἰμί δέ καί Τήϊος ἐπί ὁ ἄκρος λουτρόν ὁ μακρός ὁ μέν ἐπί ὁ κλύδων ἐν πέτρα χηραμός ὁ δέ καί εἰς ἐπίδειξις πλοῦτος ποιέω | 0 |
| 7.5.11 | 3 | Κλαζομενίοις δὲ λουτρά ἐστιν---ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς---καὶ ἄντρον μητρός σφισι Πύρρου καλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι· | The Klazomenians also possess baths, in which Agamemnon receives honors; they have, moreover, a cave called the "Mother of Pyrrhus," and they recount a legend about Pyrrhus the shepherd. | Κλαζομένιος δέ λουτρόν εἰμί ἐν δέ αὐτός Ἀγαμέμνων ἔχω τιμή καί ἄντρον μήτηρ σφεῖς Πύρρος καλέω καί λόγος ἐπί ὁ Πύρρος λέγω ὁ ποιμήν | 0 |
| 7.5.12 | 1 | Ἐρυθραίοις δὲ ἔστι μὲν χώρα Χαλκίς, ἀφʼ ἧς καὶ τῶν φυλῶν σφισιν ἡ τρίτη τὸ ὄνομα ἔσχηκεν, ἔστι δὲ τῆς Χαλκίδος κατατείνουσα ἐς τὸ πέλαγος ἄκρα καὶ ἐν αὐτῇ λουτρὰ θαλάσσια, μάλιστα τῶν ἐν Ἰωνίᾳ λουτρῶν ὠφέλιμα ἀνθρώποις. | The Erythraeans have a region called Chalcis, from which their third tribe has also taken its name. | Ἐρυθραῖος δέ εἰμί μέν χώρα χαλκίς ἀπό ὅς καί ὁ φυλή σφεῖς ὁ τρίτος ὁ ὄνομα ἔχω εἰμί δέ ὁ χαλκίς κατανείμω εἰς ὁ πέλαγος ἄκρος καί ἐν αὐτός λουτρόν θαλάσσιος μάλιστα ὁ ἐν Ἰωνία λουτρόν ὠφέλιμος ἄνθρωπος | 0 |
| 7.5.12 | 2 | Σμυρναίοις δὲ ποταμὸς Μέλης ὕδωρ ἐστὶ κάλλιστον καὶ σπήλαιον ἐπὶ ταῖς πηγαῖς, ἔνθα Ὅμηρον ποιῆσαι τὰ ἔπη λέγουσι· | Extending from Chalcis into the sea is a headland, upon which there are sea-baths, the most beneficial to mankind of all such baths in Ionia. | Σμυρναῖος δέ ποταμός μέλος ὕδωρ εἰμί καλός καί σπήλαιον ἐπί ὁ πηγαῖος ἔνθα ὅμηρος ποιέω ὁ ἔπος λέγω | 0 |
| 7.5.13 | 1 | Χίοις δὲ ὁ τοῦ Οἰνοπίωνος τάφος θέαν τε παρέχεται καί τινας καὶ λόγους ἐς τοῦ Οἰνοπίωνος τὰ ἔργα· | The Chians have the tomb of Oenopion, which is worth seeing, and some traditions concerning the deeds of Oenopion. | χῖος δέ ὁ ὁ Οἰνοπίων τάφος θέα τε παρέχω καί τις καί λόγος εἰς ὁ Οἰνοπίων ὁ ἔργον | 0 |
| 7.5.13 | 2 | Σαμίοις δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Ἡραῖον τὸ Ῥαδίνης καὶ Λεοντίχου μνῆμά ἐστι, καὶ τοῖς ὑπὸ ἔρωτος ἀνιωμένοις εὔχεσθαι καθέστηκεν ἰοῦσιν ἐπὶ τὸ μνῆμα. | The Samians have, along the road leading to the Heraion, the monument of Rhadine and Leontichus; and it is their custom that persons distressed by love go there to pray at the tomb. | Σάμιος δέ κατά ὁ ὁδός ὁ εἰς ὁ Ἡραῖον ὁ ῥαδινός καί Λέοντιχος μνῆμα εἰμί καί ὁ ὑπό ἔρως ἀνιόομαι εὔχομαι καθίστημι ἰόω ἐπί ὁ μνῆμα | 0 |
| 7.5.13 | 3 | τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν· | In fact, the marvels found in Ionia are numerous and scarcely inferior at all to those in Greece itself. | ὁ μέν δή ἐν Ἰωνία θαῦμα πολύς τε καί οὐ πολύς τις ὁ ἐν ὁ Ἑλλάς ἀποδέω εἰμί | 0 |