Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.27.1 | 1 | ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες· | Now Megalopolis is the youngest city, not only among Arcadian cities but also among all the Greek ones, except for those whose inhabitants have changed under disaster in the time of Roman rule. | ὁ δέ μέγας πόλις νεώτατος πόλις εἰμί οὐ ὁ Ἀρκάδιος μόνος ἀλλά καί ὁ ἐν Ἕλλην πλήν ὅσος κατά συμφορά ἀρχή ὁ Ῥωμαῖος μεταβαίνω οἰκήτωρ | 0 |
| 8.27.1 | 2 | συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς. | The Arcadians came together into it for the sake of strength, being aware that the Argives, in still earlier days, had been in nearly daily peril of war at the hands of Sparta, but after they enlarged Argos by abandoning Tiryns, Hysiai, Orneae, Mycenae, Mideia, and any other insignificant town in Argolis that existed at the time, the Argives thereafter became freer from fear of the Spartans and also gained power over their neighbors. | συνέρχομαι δέ ὑπέρ ἰσχύς εἰς αὐτός ὁ Ἀρκάς ἅτε καί Ἀργεῖος ἐπίσταμαι ὁ μέν ἔτι παλαιός μόνος οὐ κατά εἷς ἡμέρα ἕκαστος κινδυνεύω ὑπό Λακεδαιμόνιος παρίστημι ὁ πόλεμος ἐπειδή δέ ἀνήρ πλῆθος ὁ Ἄργος ἐπαυξάνω καταλύω Τίρυνς καί ὑσιάς τε καί ὀρνεύς καί Μυκῆναι καί Μίδεια καί εἰ δή τις ἄλλος πόλισμα οὐ ἀξιόλογος ἐν ὁ Ἀργολίς εἰμί ὁ τε ἀπό Λακεδαιμόνιος ἀδεής ὁ Ἀργεῖος ὑπάρχω καί ἅμα εἰς ὁ περίοικος ἰσχύς γίγνομαι αὐτός | 0 |
| 8.27.2 | 1 | γνώμῃ μὲν τοιαύτῃ συνῳκίζοντο οἱ Ἀρκάδες, τῆς πόλεως δὲ οἰκιστὴς Ἐπαμινώνδας ὁ Θηβαῖος σὺν τῷ δικαίῳ καλοῖτο ἄν· | It was with this intent that the Arcadians began their foundation together, but Epaminondas the Theban could justly be named as founder of their city. | γνώμη μέν τοιοῦτος συνοικίζω ὁ Ἀρκάς ὁ πόλις δέ οἰκιστής Ἐπαμεινώνδας ὁ Θηβαῖος σύν ὁ δίκαιος καλέω ἄν | 0 |
| 8.27.2 | 2 | τούς τε γὰρ Ἀρκάδας οὗτος ἦν ὁ ἐπεγείρας ἐς τὸν συνοικισμὸν Θηβαίων τε χιλίους λογάδας καὶ Παμμένην ἀπέστειλεν ἡγεμόνα ἀμύνειν τοῖς Ἀρκάσιν, εἰ κωλύειν πειρῶνται οἱ Λακεδαιμόνιοι τὸν οἰκισμόν. | For he was the one who stirred the Arcadians to this settlement and sent one thousand picked Thebans under Pammenes as commander to aid the Arcadians, in case the Lacedaemonians attempted to hinder the founding. | ὁ τε γάρ Ἀρκάς οὗτος εἰμί ὁ ἐπεγείρω εἰς ὁ συνοικισμός Θηβαῖος τε χίλιοι λογάς καί παμμένη ἀποστέλλω ἡγεμών ἀμύνω ὁ Ἀρκάς εἰ κωλύω πείρομαι ὁ Λακεδαιμόνιος ὁ οἰκισμός | 0 |
| 8.27.2 | 3 | ᾑρέθησαν δὲ καὶ ὑπὸ τῶν Ἀρκάδων οἰκισταὶ Λυκομήδης καὶ Ὁπολέας καὶ Τίμων τε καὶ Πρόξενος, οὗτοι μὲν ἐκ Τεγέας, Λυκομήδης δὲ καὶ Ὁπολέας Μαντινεῖς, Κλειτορίων δὲ Κλεόλαος καὶ Ἀκρίφιος, Εὐκαμπίδας δὲ καὶ Ἱερώνυμος ἐκ Μαινάλου, Παρρασίων δὲ Ποσσικράτης τε καὶ Θεόξενος. | Moreover, the Arcadians themselves also elected founders: Lycomedes and Opoleas from Mantineia; Timon and Proxenus from Tegea; Cleolaus and Acriphius from Cleitor; Eucampidas and Hieronymus from Maenalus; and Possicrates and Theoxenus from Parrhasia. | αἱρέω δέ καί ὑπό ὁ Ἀρκάς οἰκιστής Λυκομήδης καί ὁποσός καί τίμων τε καί πρόξενος οὗτος μέν ἐκ Τεγέα Λυκομήδης δέ καί ὁποσός Μαντινεύς Κλειτόριος δέ Κλέολαος καί Ἀκρίφιος εὐκαμπίς δέ καί Ἱερώνυμος ἐκ μαινάλιος Παρράσιος δέ Ποσσικράτης τε καί θεόξενος | 0 |
| 8.27.3 | 1 | πόλεις δὲ τοσαίδε ἦσαν ὁπόσας ὑπό τε προθυμίας καὶ διὰ τὸ ἔχθος τὸ Λακεδαιμονίων πατρίδας σφίσιν οὔσας ἐκλιπεῖν ἐπείθοντο οἱ Ἀρκάδες, Ἀλέα Παλλάντιον Εὐταία Σουμάτειον Ἀσέα Περαιθεῖς Ἑλισσὼν Ὀρεσθάσιον Δίπαια Λύκαια· | The following were the cities whose inhabitants, through zeal as well as hatred against the Lacedaemonians, were persuaded by the Arcadians to abandon their native homes: Alea, Pallantium, Eutaia, Soumateion, Asea, Peraitheis, Helisson, Oresthasion, Dipaia, and Lykaia. | πόλις δέ τοσόσδε εἰμί ὁπόσος ὑπό τε προθυμία καί διά ὁ ἔχθος ὁ Λακεδαιμόνιος πατρίς σφεῖς εἰμί ἐκλείπω πείθω ὁ Ἀρκάς ἀλέα Παλλάντιον εὐταία σουμάτειον Ἀσαία Περαιθεῖς ἑλίσσω ὀρεσθάσιον δίπαια Λύκαια | 0 |
| 8.27.3 | 2 | ταύτας μὲν ἐκ Μαινάλου· | These were from Maenalus. | οὗτος μέν ἐκ μαινάλιος | 0 |
| 8.27.3 | 3 | ἐκ δὲ Εὐτρησίων Τρικόλωνοι καὶ Ζοίτιον καὶ Χαρισία καὶ Πτολέδερμα καὶ Κναῦσον καὶ Παρώρεια· | From the region of the Eutresioi: Trikolonoi, Zoiton, Charisia, Ptolederma, Knauson, and Paroreia. | ἐκ δέ εὐτρήσιος τρικόλωνος καί ζοῖτιον καί χαρισία καί πτολέδερμα καί κναῦσος καί παρώρεια | 0 |
| 8.27.4 | 1 | παρὰ δὲ Αἰγυτῶν Αἴγυς καὶ Σκιρτώνιον καὶ Μαλέα καὶ Κρῶμοι καὶ Βλένινα καὶ Λεῦκτρον· | Beside the Aigytes were Aigys, Skirtonion, Malea, Kromoi, Blenina, and Leuktron. | παρά δέ αἰγυτή αἴξ καί σκιρτώνιον καί μαλεᾶ καί Κρῶμοι καί βλένινος καί λεῦκτρον | 0 |
| 8.27.4 | 2 | Παρρασίων δὲ Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντι ον Μακαρία Δασέα· | From the Parrhasii were Lykosoura, Thoknia, Trapezous, Prosia, Akakesion, Akontion, Makaria, and Dasea. | Παρράσιος δέ Λυκοσουρεῖς θωκνεῖς Τραπεζούντιος πρόσειμι Ἀκακήσιος ἀκόντιον ὅς μακάριος δασύς | 0 |
| 8.27.4 | 3 | ἐκ δὲ Κυνουραίων τῶν ἐν Ἀρκαδίᾳ Γόρτυς καὶ Θεισόα ἡ πρὸς Λυκαίῳ καὶ Λυκαιᾶται καὶ Ἀλίφηρα· | Among the Cynurians in Arcadia were Gortys, Theisoa near Lykaion, the Lykaeatai, and Aliphera. | ἐκ δέ Κυνουράιος ὁ ἐν Ἀρκαδία Γόρτυς καί Θεισόα ὁ πρός Λύκαιον καί λυκαιάτης καί Ἀλίφηρα | 0 |
| 8.27.4 | 4 | ἐκ δὲ τῶν συντελούντων ἐς Ὀρχομενὸν Θεισόα Μεθύδριον Τεῦθις· | Of those who contributed to Orchomenus were Theisoa, Methydrium, and Teuthis. | ἐκ δέ ὁ συντελέω εἰς Ὀρχομενός Θεισόα Μεθύδριον τεῦθις | 0 |
| 8.27.4 | 5 | προσεγένετο δὲ καὶ Τρίπολις ὀνομαζομένη, Καλλία καὶ Δίποινα καὶ Νώνακρις. | And another called Tripolis also was added, as were Kallia, Dipoinon, and Nonacris. | προσγίγνομαι δέ καί Τρίπολις ὀνομάζω Καλλίας καί δίπονα καί Νώνακρις | 0 |
| 8.27.5 | 1 | τὸ μὲν δὴ ἄλλο Ἀρκαδικὸν οὔτε τι παρέλυε τοῦ κοινοῦ δόγματος καὶ συνελέγοντο ἐς τὴν Μεγάλην πόλιν σπουδῇ· | The rest of Arcadia did not in any way disregard the common resolution, but earnestly gathered together into the Great City. | ὁ μέν δή ἄλλος Ἀρκαδικός οὔτε τις παραλύω ὁ κοινός δόγμα καί συνελέγομαι εἰς ὁ μέγας πόλις σπουδή | 0 |
| 8.27.5 | 2 | Λυκαιᾶται δὲ καὶ Τρικολωνεῖς καὶ Λυκοσουρεῖς τε καὶ Τραπεζούντιοι μετεβάλοντο Ἀρκάδων μόνοι. | Only the Lycaeans, the Tricolonians, the Lycosoureans, and the Trapezuntians among the Arcadians changed their stance. | λυκαιάτης δέ καί Τρικολωνεῖς καί Λυκοσουρεῖς τε καί Τραπεζούντιος μεταβάλλω Ἀρκάς μόνος | 0 |
| 8.27.5 | 3 | καὶ---οὐ γὰρ συνεχώρουν ἔτι τὰ ἄστη τὰ ἀρχαῖα ἐκλιπεῖν--- οἱ μὲν αὐτῶν καὶ ἄκοντες ἀνάγκῃ κατήγοντο ἐς τὴν Μεγάλην πόλιν, Τραπεζούντιοι δὲ ἐκ Πελοποννήσου. | For they refused henceforth to abandon their ancient towns; yet some of them were forcibly compelled against their will to remove to the Great City, whereas the Trapezuntians left the Peloponnesus entirely. | καί οὐ γάρ συγχωρέω ἔτι ὁ ἄστυ ὁ ἀρχαῖος ἐκλείπω ὁ μέν αὐτός καί ἄκων ἀνάγκη κατήγομαι εἰς ὁ μέγας πόλις Τραπεζούντιος δέ ἐκ Πελοπόννησος | 0 |
| 8.27.6 | 1 | τὸ παράπαν ἐξεχώρησαν, ὅσοι γε αὐτῶν ἐλείφθησαν καὶ μὴ σφᾶς ὑπὸ τοῦ θυμοῦ παραυτίκα διεχρήσαντο οἱ Ἀρκάδες· | Altogether they withdrew, at least those among them who remained and were not immediately destroyed by the fury of the Arcadians. | ὁ παράπαν ἐξεξέρχομαι ὅσος γε αὐτός λείπω καί μή σφεῖς ὑπό ὁ θυμός παραυτίκα χράομαι ὁ Ἀρκάς | 0 |
| 8.27.6 | 2 | τοὺς δὲ αὐτῶν ἀνασωθέντας ἀναπλεύσαντας ναυσὶν ἐς τὸν Πόντον συνοίκους ἐδέξαντο μητροπολίτας τʼ ὄντας καὶ ὁμωνύμους οἱ Τραπεζοῦντα ἔχοντες τὴν ἐν τῷ Εὐξείνῳ. | Those who escaped safely and sailed back by ship into the Pontus, the inhabitants of Trapezus on the Euxine received as settlers, since they were both colonists from the same mother-city and shared its name. | ὁ δέ αὐτός ἀνασῴζω ἀναπλέω ναῦς εἰς ὁ πόντος σύνοικος δέχομαι μητροπολίτης τε εἰμί καί ὁμώνυμος ὁ τραπεζούς ἔχω ὁ ἐν ὁ εὐξείνιος | 0 |
| 8.27.6 | 3 | Λυκοσουρεῦσι δὲ καὶ ἀπειθήσασιν ἐγένετο ὅμως παρὰ τῶν Ἀρκάδων αἰδὼς Δήμητρός τε ἕνεκα καὶ Δεσποίνης ἐλθοῦσιν ἐς τὸ ἱερόν. | Even against the Lycosurians, who had also disobeyed them, the Arcadians nevertheless showed reverence, for the sake of Demeter and the Mistress, to those who came to the sanctuary. | λυκοσουρεύς δέ καί ἀπειθέω γίγνομαι ὅμως παρά ὁ Ἀρκάς αἰδώς Δήμητρος τε ἕνεκα καί δεσποίνα ἔρχομαι εἰς ὁ ἱερόν | 0 |
| 8.27.7 | 1 | τῶν δὲ ἄλλων τῶν κατειλεγμένων πόλεων αἱ μὲν ἐς ἅπαν εἰσὶν ἐφʼ ἡμῶν ἔρημοι, τὰς δὲ ἔχουσιν οἱ Μεγαλοπολῖται κώμας, Γόρτυνα Διποί ν ας Θεισόαν τὴν πρὸς Ὀρχομενῷ Μεθύδριον Τεῦθιν Καλλιὰς Ἑλισσόντα· | Of the other cities previously mentioned, some in our day are completely deserted, while others are occupied by the Megalopolitans as villages: Gortys, Dipoenae, Theisoa near Orchomenus, Methydrium, Teuthis, Calliae, and Helisson. | ὁ δέ ἄλλος ὁ καταλέγω πόλις ὁ μέν εἰς ἅπας εἰμί ἐπί ἐγώ ἔρημος ὁ δέ ἔχω ὁ Μεγαλοπολίτης κώμη Γόρτυς δίπους νῦν ἄς Θεισόα ὁ πρός Ὀρχομενός Μεθύδριον Τεύθις Καλλίας ἑλίσσω | 0 |
| 8.27.7 | 2 | μόνη δὲ ἐξ αὐτῶν Παλλάντιον ἔμελλεν ἄρα ἠπιωτέρου πειρᾶσθαι καὶ τότε τοῦ δαίμονος. | Pallantium alone, among these cities, was evidently destined to experience even then a gentler fate from the deity. | μόνος δέ ἐκ αὐτός Παλλάντιον μέλλω ἄρα ἠπιώτερος πειράομαι καί τότε ὁ δαίμων | 0 |
| 8.27.7 | 3 | τοῖς δὲ Ἀλιφηρεῦσι παραμεμένηκεν ἐξ ἀρχῆς πόλιν σφᾶς καὶ ἐς τόδε νομίζεσθαι. | The Alipheraeans, however, have continued from the beginning down to this time to retain their city and their distinct identity. | ὁ δέ Ἀλιφηρεύς παραμενήκω ἐκ ἀρχή πόλις σφεῖς καί εἰς ὅδε νομίζω | 0 |
| 8.27.8 | 1 | συνῳκίσθη δὲ ἡ Μεγάλη πόλις ἐνιαυτῷ τε τῷ αὐτῷ καὶ μησίν τε ὀλίγοις ὕστερον ἢ τὸ πταῖσμα ἐγένετο Λακεδαιμονίων τὸ ἐν Λεύκτροις, Φρασικλείδου μὲν Ἀθήνησιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἑκατοστῆς Ὀλυμπιάδος καὶ δευτέρας, ἣν Δάμων Θούριος ἐνίκα στάδιον. | Megalopolis was founded in the same year, a few months after the defeat suffered by the Lacedaemonians at Leuctra; during the archonship of Phrasikleides at Athens, in the second year of the hundred and second Olympiad, in which Damon of Thurii won the foot-race. | συνοικίζομαι δέ ὁ μέγας πόλις ἐνιαυτός τε ὁ αὐτός καί μησις τε ὀλίγος ὕστερον ἤ ὁ πταῖσμα γίγνομαι Λακεδαιμόνιος ὁ ἐν Λεύκτρα Φρασικλείδης μέν Ἀθήνησι ἄρχων δεύτερος δέ ἔτος ὁ ἑκατοστός Ὀλυμπιάς καί δεύτερος ὅς δάμων θούριος νικάω στάδιον | 0 |
| 8.27.9 | 1 | Μεγαλοπολίταις δὲ ἐς τὴν Θηβαίων συμμαχίαν ἐγγραφεῖσιν ἀπὸ Λακεδαιμονίων δεῖμα ἦν οὐδέν. | The Megalopolitans, once enrolled in alliance with the Thebans, had nothing more to fear from the Lacedaemonians. | μεγαλοπολίτης δέ εἰς ὁ Θηβαῖος συμμαχία ἐγγράφω ἀπό Λακεδαιμόνιος δεῖμα εἰμί οὐδείς | 0 |
| 8.27.9 | 2 | ὡς δὲ ἐς τὸν πόλεμον τὸν ἱερὸν ὀνομασθέντα οἱ Θηβαῖοι κατέστησαν καὶ αὐτοῖς ἐπέκειντο οἱ Φωκεῖς, τήν τε ὅμορον τῇ Βοιωτῶν ἔχοντες καὶ ὄντες οὐκ ἀδύνατοι χρήμασιν ἅτε τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειληφότες, | But when the Thebans engaged in the so-called Sacred War, the Phokians came to face them as opponents, holding territory bordering on that of Boeotia and proving formidable through the wealth they possessed from having seized the sanctuary at Delphi. | ὡς δέ εἰς ὁ πόλεμος ὁ ἱερός ὀνομάζω ὁ Θηβαῖος καθίστημι καί αὐτός ἐπίκειμαι ὁ Φωκεύς ὁ τε ὅμορος ὁ Βοιωτός ἔχω καί εἰμί οὐ ἀδύνατος χρῆμα ἅτε ὁ ἱερός ὁ ἐν Δελφοί καταλαμβάνω | 0 |
| 8.27.10 | 1 | τηνικαῦτα οἱ Λακεδαιμόνιοι προθυμίας μὲν οὖν ἕνεκα Ἀρκάδας τε ἂν τοὺς ἄλλους καὶ τοὺς Μεγαλοπολίτας ἐποίησαν ἀναστάτους, ἀμυνομένων δὲ τῶν τότε οὐκ ἀθύμως καὶ ἅμα τῶν περιοίκων ἀπροφασίστως σφίσιν ἐπικουρούντων, λόγου μὲν συνέπεσεν οὐδὲν ἄξιον γενέσθαι παρὰ οὐδετέρων· | At that time, the Lacedaemonians, through sheer eagerness, would have made homeless both the other Arcadians and particularly those of Megalopolis. | τηνικαῦτα ὁ Λακεδαιμόνιος προθυμία μέν οὖν ἕνεκα Ἀρκάς τε ἄν ὁ ἄλλος καί ὁ μεγαλοπολίτης ποιέω ἀνάστατος ἀμύνω δέ ὁ τότε οὐ ἀθύμως καί ἅμα ὁ περίοικος ἀπροφάσιστος σφεῖς ἐπικουρέω λόγος μέν συμβαίνω οὐδέν ἄξιος γίγνομαι παρά οὐδέτερος | 0 |
| 8.27.10 | 2 | Φίλιππον δὲ τὸν Ἀμύντου καὶ Μακεδόνων τὴν ἀρχὴν οὐχ ἥκιστα αὐξηθῆναι τὸ ἔχθος τὸ Ἀρκάδων ἐς Λακεδαιμονίους ἐποίησε, καὶ Ἕλλησιν ἐν Χαιρωνείᾳ καὶ αὖθις περὶ Θεσσαλίαν τοῦ ἀγῶνος οὐ μετέσχον οἱ Ἀρκάδες. | But since the Arcadians then resisted courageously and the neighboring peoples, without hesitation, came to their aid, neither side achieved anything worthy of mention. | Φίλιππος δέ ὁ Ἀμύντας καί Μακεδών ὁ ἀρχή οὐ ἥκιστα αὐξάνω ὁ ἔχθος ὁ Ἀρκάς εἰς Λακεδαιμόνιος ποιέω καί Ἕλλην ἐν Χαιρώνεια καί αὖθις περί Θεσσαλία ὁ ἀγών οὐ μετέχω ὁ Ἀρκάς | 0 |
| 8.27.11 | 1 | χρόνον δὲ οὐ μετὰ πολὺν Ἀριστόδημος Μεγαλοπολίταις ἀνέφυ τύραννος, Φιγαλεὺς μὲν γένος καὶ υἱὸς Ἀρτύλα, ποιησαμένου δὲ αὐτὸν Τριταίου τῶν οὐκ ἀδυνάτων ἐν Μεγάλῃ πόλει· | Not long afterwards Aristodemus rose up as tyrant over the Megalopolitans. | χρόνος δέ οὐ μετά πολύς Ἀριστόδημος μεγαλοπολίτης ἀναφύω τύραννος φιγαλεύς μέν γένος καί υἱός ἀρτύλα ποιέω δέ αὐτός τρίτος ὁ οὐ ἀδύνατος ἐν μέγας πόλις | 0 |
| 8.27.11 | 2 | τούτῳ τῷ Ἀριστοδήμῳ καὶ τυραννοῦντι ἐξεγένετο ὅμως ἐπικληθῆναι Χρηστῷ. | He was of Phigalean descent, the son of Artylas, and owed his elevation to Tritaïeus, one of the most influential men in Megalopolis. | οὗτος ὁ Ἀριστόδημος καί τυραννέω ἐξγίγνομαι ὅμως ἐπικαλέω χρηστός | 0 |
| 8.27.11 | 3 | ἐπὶ τούτου τυραννοῦντος ἐσβάλλουσιν ἐς τὴν Μεγαλοπολῖτιν στρατιᾷ Λακεδαιμόνιοι καὶ τοῦ βασιλέως Κλεομένους ὁ πρεσβύτατος τῶν παίδων Ἀκρότατος· | Yet, despite his tyrannical rule, it happened that he earned the surname "the Good." | ἐπί οὗτος τυραννοῦντος ἐμβάλλω εἰς ὁ Μεγαλοπολῖτις στρατιά Λακεδαιμόνιος καί ὁ βασιλεύς Κλεομένης ὁ πρέσβυς ὁ παῖς ἀκρότατος | 0 |
| 8.27.11 | 4 | ἐγενεαλόγησα δὲ ἤδη τά τε ἐς τοῦτον καὶ ἐς τὸ πᾶν γένος τῶν ἐν Σπάρτῃ βασιλέων. | While Aristodemus held power, the Lacedaemonians invaded Megalopolitan territory under Acrotatus, the eldest son of King Cleomenes. | γενεαλογέω δέ ἤδη ὁ τε εἰς οὗτος καί εἰς ὁ πᾶς γένος ὁ ἐν Σπάρτη βασιλεύς | 0 |
| 8.27.11 | 5 | γενομένης δὲ ἰσχυρᾶς μάχης καὶ ἀποθανόντων πολλῶν παρʼ ἀμφοτέρων κρατοῦσιν οἱ Μεγαλοπολῖται τῇ συμβολῇ· | I have previously detailed the genealogy both of this Acrotatus and the entire dynasty of Spartan kings. | γίγνομαι δέ ἰσχυρός μάχη καί ἀποθνῄσκω πολύς παρά ἀμφότεροι κρατέω ὁ Μεγαλοπολίτης ὁ συμβολή | 0 |
| 8.27.11 | 6 | καὶ ἄλλοι τε διεφθάρησαν Σπαρτιατῶν καὶ Ἀκρότατος, οὐδέ οἱ τὴν πατρῴαν παραλαβεῖν ἐξεγένετο ἀρχήν. | A fierce battle ensued, and many fell on both sides; nevertheless, the Megalopolitans prevailed in the encounter. | καί ἄλλος τε διαφθείρω Σπαρτιάτης καί ἀκρότατος οὐδέ ὁ ὁ πατρῷος παραλαμβάνω ἐξγίγνομαι ἀρχή | 0 |
| 8.27.12 | 1 | μετὰ δὲ Ἀριστόδημον τελευτήσαντα δύο μάλιστα ὕστερον γενεαῖς ἐτυράννησε Λυδιάδης, οἴκου μὲν οὐκ ἀφανοῦς, φύσιν δὲ φιλότιμος ὢν καὶ οὐχ ἥκιστα, ὡς ἐπέδειξεν ὕστερον, καὶ φιλόπολις. | After the death of Aristodemus, about two generations later, Lydiades became tyrant; he came from a house not without distinction, and in character was ambitious by nature and, as he later showed clearly, also devoted to his city. | μετά δέ ἀριστόδημος τελευτάω δύο μάλιστα ὕστερον γενεά τυραννέω Λυδιάδης οἶκος μέν οὐ ἀφανής φύσις δέ φιλότιμος εἰμί καί οὐ ἥκιστα ὡς ἐπιδείκνυμι ὕστερον καί φιλόπολις | 0 |
| 8.27.12 | 2 | ἔσχε μὲν γὰρ ἔτι νέος ὢν τὴν ἀρχήν· ἐπεὶ δὲ ἤρχετο φρονεῖν, κατέπαυεν ἑαυτὸν ἑκὼν τυραννίδος, καίπερ ἐς τὸ ἀσφαλὲς ἤδη οἱ τῆς ἀρχῆς καθωρμισμένης. | He attained his power while still young; yet, as soon as he began to think more deeply, he willingly laid aside the tyranny, although by that time his rule had been securely established. | ἔχω μέν γάρ ἔτι νέος εἰμί ὁ ἀρχή ἐπεί δέ ἔρχομαι φρονέω παύω ἑαυτοῦ ἑκών τυραννίς καίπερ εἰς ὁ ἀσφαλής ἤδη ὁ ὁ ἀρχή καθορμίζομαι | 0 |
| 8.27.12 | 3 | Μεγαλοπολιτῶν δὲ συντελούντων ἤδη τότε ἐς τὸ Ἀχαϊκόν, ὁ Λυδιάδης ἔν τε αὐτοῖς Μεγαλοπολίταις καὶ ἐν τοῖς πᾶσιν Ἀχαιοῖς ἐγένετο οὕτω δόκιμος ὡς Ἀράτῳ παρισωθῆναι τὰ ἐς δόξαν. | At that period, when the Megalopolitans were already joining the Achaean League, Lydiades became so esteemed among both his fellow-citizens in Megalopolis and among the whole body of the Achaeans that his reputation came to equal that of Aratus. | μεγαλοπολίτης δέ συντελέω ἤδη τότε εἰς ὁ Ἀχαϊκός ὁ Λυδιάδης εἰμί τε αὐτός μεγαλοπολίτης καί ἐν ὁ πᾶς Ἀχαιός γίγνομαι οὕτως δόκιμος ὡς ἀράομαι παρισόω ὁ εἰς δόξα | 0 |
| 8.27.13 | 1 | Λακεδαιμόνιοι δὲ αὐτοί τε πανδημεὶ καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας Ἆγις ὁ Εὐδαμίδου στρατεύουσιν ἐπὶ Μεγάλην πόλιν παρασκευῇ μείζονι καὶ ἀξιολογωτέρᾳ τῆς ὑπὸ Ἀκροτάτου συναχθείσης· | The Lacedaemonians themselves marched out in full force, along with Agis the son of Eudamidas, king of the other royal house, against Megalopolis, with more substantial preparation of greater significance than that previously assembled by Acrotatus. | Λακεδαιμόνιος δέ αὐτός τε πανδημεί καί ὁ ὁ οἰκία βασιλεύς ὁ ἕτερος Ἄγις ὁ Εὐδαμίδης στρατεύω ἐπί μέγας πόλις παρασκευή μείζων καί ἀξιολογώτερος ὁ ὑπό ἀκρότατος συνάγω | 0 |
| 8.27.13 | 2 | καὶ μάχῃ τε ἐπεξελθόντας τοὺς Μεγαλοπολίτας ἐνίκησαν καὶ μηχάνημα ἰσχυρὸν προσάγοντες τῷ τείχει τὸν πύργον τὸν ταύτῃ διʼ αὐτοῦ σείουσι καὶ ἐς τὴν ὑστεραίαν καταρρίψειν τῷ μηχανήματι ἤλπιζον. | In battle they defeated the Megalopolitans, and bringing up a powerful siege engine against the wall at this point, shook the tower by means of it, and expected to overthrow it on the next day with their machine. | καί μάχη τε ἐπεξέρχομαι ὁ μεγαλοπολίτης νικάω καί μηχάνημα ἰσχυρός προσάγω ὁ τεῖχος ὁ πύργος ὁ οὗτος διά αὐτός σείω καί εἰς ὁ ὑστεραία καταρρίπτω ὁ μηχάνημα ἐλπίζω | 0 |
| 8.27.14 | 1 | ἔμελλε δὲ ἄρα οὐχ Ἕλλησιν ὁ Βορέας ἔσεσθαι μόνον τοῖς πᾶσιν ὄφελος, τοῦ Μήδων ναυτικοῦ ταῖς Σηπιάσι προσράξας τὰς πολλάς, ἀλλὰ καὶ Μεγαλοπολίτας ὁ ἄνεμος οὗτος ἐρρύσατο μὴ ἁλῶναι· | Thus it was destined that Boreas would benefit not only all the Greeks by wrecking most of the Persian fleet at Sepias, but this wind also saved the Megalopolitans from capture. | μέλλω δέ ἄρα οὐ Ἕλλην ὁ βορέας ἔσομαι μόνος ὁ πᾶς ὄφελος ὁ Μῆδος ναυτικός ὁ σηπιάς προσρήγνυμι ὁ πολύς ἀλλά καί μεγαλοπολίτης ὁ ἄνεμος οὗτος ῥύομαι μή ἁλίσκομαι | 0 |
| 8.27.14 | 2 | κατέλυσέ τε γὰρ τὸ μηχάνημα τοῦ Ἄγιδος καὶ διεφόρησεν ἐς ἀπώλειαν παντελῆ βιαίῳ τῷ πνεύματι ὁμοῦ καὶ συνεχεῖ. | For it destroyed the siege engine of Agis, scattering it utterly to ruin by a violent and continuous blast. | καταλύω τε γάρ ὁ μηχάνημα ὁ Ἄγις καί διαφέρω εἰς ἀπώλεια παντελής βίαιος ὁ πνεῦμα ὁμοῦ καί συνεχής | 0 |
| 8.27.14 | 3 | ὁ δὲ Ἆγις ὅτῳ τὰ ἐκ τοῦ Βορέου μὴ ἑλεῖν τὴν Μεγαλόπολιν ἐγένετο ἐμποδών, ἔστιν ὁ τὴν ἐν Ἀχαΐᾳ Πελλήνην ἀφαιρεθεὶς ὑπὸ Ἀράτου καὶ Σικυωνίων καὶ ὕστερον πρὸς Μαντινείᾳ χρησάμενος τῷ τέλει. | This Agis, whose attempt against Megalopolis was frustrated by Boreas, is the very one who lost Pellene in Achaia to Aratus and the Sicyonians, and who afterward met his end at Mantineia. | ὁ δέ Ἄγις ὅστις ὁ ἐκ ὁ Βορέας μή αἱρέω ὁ Μεγαλόπολις γίγνομαι ἐμποδών εἰμί ὁ ὁ ἐν Ἀχαΐα Πελλήνη ἀφαιρέω ὑπό Ἄρατος καί Σικυώνιος καί ὕστερον πρός Μαντίνεια χράομαι ὁ τέλος | 0 |
| 8.27.15 | 1 | μετὰ δὲ οὐ πολὺν χρόνον Κλεομένης ὁ Λεωνίδου Μεγαλόπολιν κατέλαβεν ἐν σπονδαῖς. | Not long afterwards Cleomenes, the son of Leonidas, seized Megalopolis during a period of truce. | μετά δέ οὐ πολύς χρόνος κλεομένης ὁ Λεωνίδης Μεγαλόπολις καταλαμβάνω ἐν σπονδή | 0 |
| 8.27.15 | 2 | Μεγαλοπολιτῶν δὲ οἱ μὲν ἐν τῇ νυκτὶ εὐθὺς τότε ἀμύνοντες τῇ πατρίδι ἐπεπτώκεσαν, ἔνθα καὶ Λυδιάδην ἀγωνιζόμενον ἀξίως λόγου κατέλαβεν ἐν τῇ μάχῃ τὸ χρεών· | Some of the Megalopolitans immediately fell that same night defending their homeland; among them Lydiades met his destined fate, fighting in a manner worthy of remembrance. | μεγαλοπολίτης δέ ὁ μέν ἐν ὁ νύξ εὐθύς τότε ἀμύνω ὁ πατρίς πίπτω ἔνθα καί Λυδιάδης ἀγωνίζομαι ἀξίως λόγος καταλαμβάνω ἐν ὁ μάχη ὁ χρεών | 0 |
| 8.27.15 | 3 | τοὺς δὲ αὐτῶν Φιλοποίμην ὁ Κραύγιδος ὅσον τε τὰ δύο μέρη τῶν ἐν ἡλικίᾳ καὶ παῖδας ἅμα ἔχων καὶ γυναῖκας διέφυγεν ἐς τὴν Μεσσηνίαν. | But Philopoemen, son of Kraugis, led the greater part—about two-thirds—of those capable of bearing arms, together with the women and children, and escaped safely into Messenia. | ὁ δέ αὐτός φιλοποίμην ὁ κραῦγις ὅσος τε ὁ δύο μέρος ὁ ἐν ἡλικία καί παῖς ἅμα ἔχω καί γυνή διαφεύγω εἰς ὁ Μεσσηνία | 0 |
| 8.27.16 | 1 | Κλεομένης δὲ τούς τε ἐγκαταληφθέντας ἐφόνευε καὶ κατέσκαπτέ τε καὶ ἔκαιε τὴν πόλιν. | Cleomenes was killing those who had been left behind, and he entirely razed and burned the city. | κλεομένης δέ ὁ τε ἐγκαταλείπω φονεύω καί κατασκάπτω τε καί καίω ὁ πόλις | 0 |
| 8.27.16 | 2 | Μεγαλοπολῖται μὲν δὴ τρόπον ὁποῖον ἀνεσώσαντο τὴν αὑτῶν καὶ ὁποῖα κατελθοῦσιν αὖθις ἐπράχθη σφίσι, δηλώσει τοῦ λόγου μοι τὰ ἐς Φιλοποίμενα· | By what manner the Megalopolitans saved themselves and what fortune befell them upon their return, will be made clear in my narrative concerning Philopoemen. | Μεγαλοπολίτης μέν δή τρόπος ὁποῖος ἀνισόω ὁ ἑαυτοῦ καί οἷος κατέρχομαι αὖθις πράσσω σφεῖς δηλόω ὁ λόγος ἐγώ ὁ εἰς φιλοποίμην | 0 |
| 8.27.16 | 3 | Λακεδαιμονίων δὲ τῷ δήμῳ τοῦ τῶν Μεγαλοπολιτῶν παθήματος μέτεστιν αἰτίας οὐδέν, ὅτι σφίσιν ἐκ βασιλείας μετέστησεν ἐς τυραννίδα ὁ Κλεομένης τὴν πολιτείαν. | But the Spartan people bear no share of responsibility for the suffering of the Megalopolitans, since Cleomenes transformed their constitution from a kingship into a tyranny. | Λακεδαιμόνιος δέ ὁ δῆμος ὁ ὁ μεγαλοπολίτης πάθημα μέτεστι αἰτία οὐδείς ὅτι σφεῖς ἐκ βασιλεία μεθίστημι εἰς τυραννίς ὁ κλεομένης ὁ πολιτεία | 0 |
| 8.27.17 | 1 | Μεγαλοπολίταις δὲ καὶ Ἡραιεῦσι κατὰ τὰ εἰρημένα ἤδη μοι τοῦ Βουφάγου ποταμοῦ περὶ τὰς πηγάς εἰσιν ὅροι τῆς χώρας. | As I have already mentioned, near the sources of the Bouphagos river lie the boundaries between the territories of the Megalopolitans and the Heraeans. | μεγαλοπολίτης δέ καί Ἡραιεύς κατά ὁ λέγω ἤδη ἐγώ ὁ Βουφάγος ποταμός περί ὁ πηγή εἰμί ὅρος ὁ χώρα | 0 |
| 8.27.17 | 2 | γενέσθαι δὲ τῷ ποταμῷ τὸ ὄνομα ἀπὸ Βουφάγου φασὶν ἥρωος, εἶναι δὲ Ἰαπετοῦ τε παῖδα αὐτὸν καὶ Θόρνακος. | They say the river got its name from the hero Bouphagos, who was the son of Iapetus and Thornax. | γίγνομαι δέ ὁ ποταμός ὁ ὄνομα ἀπό Βουφάγος φημί ἥρως εἰμί δέ Ἰαπετός τε παῖς αὐτός καί θόρναξ | 0 |
| 8.27.17 | 3 | ταύτην καὶ ἐν τῇ Λακωνικῇ Θόρνακα ὀνομάζουσι. | This Thornax gives her name also to Thornax in Laconia. | οὗτος καί ἐν ὁ Λακωνικός θόρναξ ὀνομάζω | 0 |
| 8.27.17 | 4 | λέγουσι δὲ καὶ ὡς ἐν Φολόῃ τῷ ὄρει τοξεύσειεν Ἄρτεμις Βουφάγον ἔργα τολμήσαντα οὐχ ὅσια ἐς τὴν θεόν. | They further relate that upon Mount Pholoe, Artemis slew Bouphagos with an arrow for daring unholy deeds against the goddess. | λέγω δέ καί ὡς ἐν Φολόη ὁ ὄρος τοξεύω Ἄρτεμις βουφάγος ἔργον τολμάω οὐ ὅσιος εἰς ὁ θεός | 0 |