Passage 10.37.1
τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ---μοῖρα ὄρους ἡ πέτρα---καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος· ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους , δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ· μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
About two stadia on the right-hand side as one proceeds from the city stands a lofty rock—part of a mountain—and a temple of Artemis built upon it. The Artemis is a work of Praxiteles. She holds a torch in her right hand, has a quiver hanging over her shoulders, and by her left side stands a dog. The statue is larger in size than the tallest woman.