Passage 4.33.5
τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας---δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν---ἀπόρρητα ἔστω μοι· δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια. ὅτι δʼ ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰ ὀστᾶ ἐφυλάσσετο ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον. ῥεῖ δὲ ποταμὸς παρὰ τὸ Καρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ
As for the rites of the Great Goddesses—for they conduct their mysteries also at Karnasion—let these remain secret to me; for I rank them second in sanctity only after the mysteries at Eleusis. But my dream has not prevented me from openly disclosing to everyone that the bronze water-jar, discovered by the Argive general, and the bones of Eurytos, son of Melaneus, were kept there. By Karnasion flows the river Charadros, and going onward, at a distance of eight stadia on the left...