Passage 5.19.1
τέταρτα δὲ ἐπὶ τῇ λάρνακι ἐξ ἀριστερᾶς περιιόντι Βορέας ἐστὶν ἡρπακὼς Ὠρείθυιαν---οὐραὶ δὲ ὄφεων ἀντὶ ποδῶν εἰσὶν αὐτῷ---καὶ Ἡρακλέους ὁ πρὸς Γηρυόνην ἀγών· τρεῖς δὲ ἄνδρες Γηρυόνης εἰσὶν ἀλλήλοις προσεχόμενοι. Θησεὺς δὲ ἔχων λύραν καὶ παρʼ αὐτὸν Ἀριάδνη κατέχουσά ἐστι στέφανον. Ἀχιλλεῖ δὲ καὶ Μέμνονι μαχομένοις παρεστήκασιν αἱ μητέρες·
Fourth upon the chest, as one proceeds from the left, is Boreas carrying away Oreithyia—his feet replaced by serpents' tails—and also the combat of Heracles against Geryon; Geryon himself appears as three men joined closely to one another. There is Theseus holding a lyre, with Ariadne beside him cradling a crown. Standing beside Achilles and Memnon as they fight are their mothers.