Passage 2.3.10
Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν Ἀλωεῖ. μὲν τὴν Ἀσωπίαν, Αἰήτῃ δὲ τὴν Ἐφυραίαν· καὶ Αἰήτην ἀπιόντα ἐς Κόλχους παρακαταθέσθαι Βούνῳ τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδαμείας εἶναι, καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ τὴν Ἐφυραίων σχεῖν ἀρχήν· Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα ὑπολ ε ιπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦ παραδοῦναί οἱ τὴν ἀρχήν.
Eumelus said that Helios granted the Asopian land to Aloeus, and the region of Ephyraea to Aeëtes; and that Aeëtes, upon departing for the land of the Colchians, placed his territory in the care of Bounos, who was the son of Hermes and Alcidameia. When Bounos died, Epopeus, son of Aloeus, thus took over the rule of the Ephyraeans. Later, after Corinthus son of Marathon died without leaving any children, the Corinthians summoned Medea from Iolcus and handed over the kingship to her.