Passage 9.33.1
ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον. τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλιστα Ἁλιάρτου πεντήκοντα ἀπέχουσι. λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν, καὶ---εἴχετο γὰρ δίψῃ---καθʼ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆς Τιλφούσης ἀφεῖναι τὴν ψυχήν· καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ.
In Haliartus there is the tomb of Lysander, as well as a heroön dedicated to Cecrops, son of Pandion. Mount Tilphusium and the spring called Tilphusa lie approximately fifty stadia from Haliartus. The Greeks say that when the Argives, together with the sons of Polyneices, had captured Thebes, they brought to Delphi for the god not only other spoils, but also Tiresias himself. It is told that Tiresias, suffering from thirst along the journey, drank from the spring Tilphusa and there gave up his spirit. His tomb is situated near the spring.