Passage 9.35.7
καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου· Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον--- οὐκ οἶδα ἐφʼ ὅτῳ---μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς· Χάριτας γοῦν οἱ κατʼ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.
Near the so-called Pythian sanctuary there are also Graces, made here by Pythagoras of Paros; and Socrates, son of Sophroniscus, before the entrance to the Acropolis, fashioned images of the Graces for the Athenians. All these are alike clothed. Later artists—I do not know the reason—changed their appearance, for those sculptors and painters of my own time represent the Graces nude.