Passage 10.2.5
μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου· καὶ ---ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς---φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας.
After the death of Philomelus, the Phocians granted the command to Onomarchus, while Philip, son of Amyntas, entered into alliance with the Thebans. Philip won the ensuing engagement; Onomarchus fled and, upon reaching the sea, was there slain by missiles thrown by his own troops, who believed their defeat had been caused by his cowardice and his inexperience in military command.