Passage 9.34.1
πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν· καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱ Βοιωτοὶ σύλλογον. ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστιν ἀγάλματα· τέχνη δὲ Ἀγορακρίτου , μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου. ἀνέθεσαν δὲ καὶ Χαρίτων ἀγάλματα ἐπʼ ἐμοῦ.
Before reaching Coroneia from Alalcomenae, one comes to the sanctuary of Athena Itonia. It is named after Itonius, the son of Amphictyon, and the Boeotians assemble here for their common gathering. Within the temple are bronze statues of Athena Itonia and Zeus, made by Agoracritus, who was both pupil and beloved of Pheidias. In my own time, statues of the Charites were also dedicated here.