Passage 4.24.2
Δαμαγήτῳ δὲ Ῥοδίῳ βασιλεύοντι ἐν Ἰαλυσῷ, τότε δὲ ἥκοντι παρὰ τὸν Ἀπόλλωνα καὶ ἐρωτῶντι ὁπόθεν ἀγαγέσθαι χρὴ γυναῖκα, ἔχρησεν ἡ Πυθία θυγατέρα ἀνδρὸς τῶν Ἑλλήνων τοῦ ἀρίστου λαβεῖν. ὁ δὲ---ἦν γὰρ καὶ τρίτη τῷ Ἀριστομένει θυγάτηρ--- γαμεῖ ταύτην, Ἑλλήνων τῶν τότε ἐκεῖνον μακρῷ δή τινι ἄριστον νομίζων. Ἀριστομένης δὲ ἐς μὲν τὴν Ῥόδον ἀφίκετο σὺν τῇ θυγατρί, ἐκεῖθεν δὲ ἔς τε Σάρδεις ἐνενόει παρὰ Ἄρδυν τὸν Γύγου καὶ ἐς Ἐκβάτανα τὰ Μηδικὰ ἀναβῆναι παρὰ τὸν βασιλέα Φραόρτην·
When Damagetus, who was king of Ialysus in Rhodes, went at this time to the oracle of Apollo and inquired from where he should take a wife, the Pythia replied that he must marry the daughter of the best man among the Greeks. He therefore married the third daughter of Aristomenes, judging him by far the best of all Greeks of that time. Aristomenes accompanied his daughter as far as Rhodes, and from there intended to journey onward—to Sardis, to Ardys son of Gyges, and then up to Ecbatana, the Median capital, to King Phraortes.