Passage 10.36.6
κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰ ἐρείπια· ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐν Δελφοῖς Ἀντικυρέας . Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ Ἀμύντου Φίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοι Φιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων· ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνειν Ἀθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης.
The city indeed lies in ruins near Medeon; and I have already indicated at the beginning of my account of Phocis that the Anticyreans had committed sacrilege against the sanctuary at Delphi. Philip son of Amyntas had previously ruined the Anticyreans, and afterward the Roman Otilius destroyed them again, because they had also become subject to Philip, the son of Demetrius, king of the Macedonians. Otilius had been dispatched from Rome to assist the Athenians against this Philip.